Ancient Greek · ~3 min
CAP. V.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-3
Not analysed yet
Γυναῖκα ἐνταῦθα τὴν τοῦ Θεοῦ γνῶσιγ σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη· ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομῶν νεότητος λέγει· Υἱὲ, γάρ φησι, μή σε καταλάβῃ βουλὴ κακὴ (τὸν διάβολον λέγων, ὡς κακῶς βουλευσάμενον)· ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη· λήθη δὲ καὶ ἀπόλειψις, γνώσεως κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος· ἅμα δὲ καὶ τούτοις τε, ὅτι ὅπερ ἡ αὐτὴ γνῶσις, καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν, ἐπειδὴ ὁ διδάξας με, διʼ αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ Εὐαγγελίου Γαλάτας· γυνὴ δὲ, ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά· εἴ γε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ, ὅτι ἐγώ τε καὶ αὕτη ἐκ τοῦ ἑνὸς γεγόναμεν Θεοῦ καὶ Πατρός· Εἷπον γὰρ, φησὶ, τὴν σοφίαν, σὴν ἀδελφὴν εἶναι.