Ancient Greek · ~2 min
CAP. VIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-6
Not analysed yet
Ὅτι μόνος ὁ σοφὸς πλούσιος καὶ εὐκλεής· ἔστι γὰρ ἐν αὐτῷ κτῆσις πολλῶν καὶ γεννήματα σοφίας· ἃ καὶ σπείρων εἰς τὸ πνεῦμα, θερίζει ζωήν· ἔοικε δὲ διὰ τοῦ ἑαυτῆς λέγειν τὸν πλοῦτον, τοιοῦτόν τι λέγειν, ὅτι Οὐ χρεία σοι δαπάνης, οὐδὲ καινοτομίας, εἰς τὸν πρὸς ἐμὲ ἔρωτα, ἀλλʼ ἀρκεῖ τὸ φιλῆσαι μόνον, καὶ ἀνταγαπηθήσῃ. Ἀλλὰ μὴν, καὶ ὃ θαυμαστόν ἐστι, τὸ ἐν πλούτῳ εἶναι δικαιοσύνην, παρʼ ἐμοὶ καὶ τοῦτό ἐστι, καὶ τὰ ἄλλα πάντα ἀγαθά.