Ancient Greek · ~2 min
7 to 8
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-5-8
Not analysed yet
Οὐσία οὖσα ἡ τοῦ Θεοῦ σοφία, πρὸ σἰώνων γεγένηται, καὶ πρὸ κτίσεως ἀῒδιος ἦν· ὅτε δὲ σχέσιν πρὸς τὰ γεννητὰ ἐδέξατο, τότε ἀρχὴ τῶν ὁδῶν τοῦ Θεοῦ γέγονε τῶν ποιητικῶν καὶ προνοητικῶν· σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασιν ὧν γέγονεν ἀρχὴ, τουτέστιν ἡ πρὸς τὰ γεννητὰ σχέσις· ἡ δὲ σοφία ἀῒδιος, οὐσιωδῶς πρὸ αἰώνων παρὰ τῷ Θεῷ ὑπάρχουσα. Ἀσέβεια μέν ἐστιν ἡ εἰς Θεὸν ἁμαρτία· ἀσεβεῖ δὲ καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ὁ σωρεύων κόλασιν τῇ ἑαυτοῦ ψυχῇ. τὴν τοῖς ἀσεβέσιν ἡτοιμασμένην· ἀκόλουθον δὲ καὶ τὸ ἀγαπᾷν θάνατον τοὺς σοφίαν μισοῦντας, εἴπερ ἡ σοφία ζωή.