Ancient Greek · ~2 min
CAP. X.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-7
Not analysed yet
Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος Κυρίου, αἱ ἡμέραι αὗται, μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· προκόπτων γὰρ προστίθησι γνώσεις καὶ φωτισμούς· ὑπὲρ δὲ τοιούτων ἡμερῶν εὔχεται καὶ Δαυῒδ λέγων· Μὴ αγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε πρεσβύτερος καὶ πλήρης ἡμερῶν· καὶ τὰς θείας ὁράσεις ὡς ??μέρας προστίθησι Κύριος τοῖς ἐν πίστει φοβουμένοις αὐτόν· τὰ δὲ, τῶν ἀσεβῶν ἔτη, ἄσοφα ὀραθέντα καὶ θείας χάριτος ἄνευ, ὠλιγώθησαν.