Ancient Greek · ~3 min
7 to 8
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-6-8
Not analysed yet
Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος· οὐ μὴ ράγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· τὸ γὰρ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ, αἰῶνα ὠνόμασεν· Οὐκ ἐνδώσει γὰρ, φησὶν, ὁ δίκαιος ἁμαρτῆσαι ἐνοχλούμενος ὐπὸ τοῦ πονηροῦ. Οἱ δὲ ἀσεβεῖς ἁμαρτάνοντες οὐ μόνον ἐκπεσοῦνται τῆς βασιλείας, ἀλλὰ τὸ πῦρ καὶ οὐ τὴν γῆν οἰκήσουσιν. Ἀντὶ τοῦ, χάριτος ἀνάπλεώς ἐστιν· εὐσεβοῦς δὲ στόμα νῦν τὸν νοῦν λέγει καὶ τὴν καρδίαν, ὡς διὰ τῶν χειλέων ὑμνοῦσαν τὸν Θεόν· τὸ δὲ λαλοῦν πονηρὰ στόμα τῶν ἀσεβῶν, ἀποστρέφεται ἀπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ πονηρῷ· ὅρα δὲ τί ἀπʼ ἐκείνου, τί δὲ ἀπὸ τούτου.