Ancient Greek · ~1 min
CAP.XXIV.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-13
Not analysed yet
Μὴ προτιμήσῃς τὸν διάβολον τῆς τοῦ Θεοῦ δικαιοσύνης, ἢν οἱ δίκαιοι νομεύονται· μηδὲ ἀπατηθῇς μωρολογίαις θανατηφόροις χορτάσαι σου τὴν καρδίαν σου, ὅ ἐστι κοιλία. —Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν Θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείψῃ σε.