Ancient Greek · ~2 min
CAP. XXVIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-16
Not analysed yet
Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως, εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπʼ αὐτοῦ· συκοφαντοῦνται δὲ τῷ Θεῷ οἴ τῷ πονηρῷ πειθαρχοῦντες· ὅτι οὐ τῷ Θεῷ, ἀλλὰ τῷ ἐχθρῷ αὐτοῦ τῷ διαβόλῳ ὑπόκεινται· ἐπεὶ δὲ ὁ Θεὸς μισεῖ τὸν διάβολον διὰ τὰ ἔργα αὐτοῦ τὰ πονηρὰ, αὐτὸσ πάλιν διὰ τῶν ἔργων αὐτοῦ συκοφαντεῖ τοὺς ἀνθρώπους πρὸς τὸν Θεόν· ὁ δὲ μισῶν ἀδικῆσαι τὴν ψυχὴν αὐτοῦ, τὸν μακρὸν τοῦ ἀπεράντου αἰῶνος χρόνον βιώσεται.