Ancient Greek · ~2 min
CAP. XXVIII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-13
Not analysed yet
Ἄνδρα ἐνταῦθα φονέα τὸν διάβολόν φησιν· ὁ δὲ ἐγγυώμενος τὴν ἀδικίαν, ἐγγυᾶται τὸν Σατανᾶν. ὑπισχνούμενος αὐτῷ ἐκεῖνος, τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. —. Ἔθνος παράνομον, τὰ δόγματs τῶν δαιμόνων ἐστὶν, οἶς οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός· υἱὸν δὲ τὸν νοῦν φησιν· ὁ δὲ ἐποχὴν ποιῶν τοῦ νοῦ τοῦ μὴ παραρίπτεσθαι ἐν τῇ τοῦ πονηροῦ ἔθνους κακίᾳ, ὡς περιτραχήλιον κόσμον προξενεῖ λαβεῖν τῇ ἰδίᾳ ψυχῇ ἄφθαρτον ἐκ χειρὸς Κυρίου.