Ancient Greek · ~3 min
8 to 10
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-2-10
Not analysed yet
Πηγὰς λέγει τὰς ἀρετὰς, ἀφʼ ὧν γεννᾶται τὸ ὕδωρ τὸ ζῶν τῶν θείων ῥημάτων, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. Καὶ ὁ Δαυῒδ Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οἱ ὀφθαλμοί σου, εἶπεν, ὀρθὰ βλεπέτωσαν, τουτἐστι τὰ Θεῷ μὸνα φίλα, τὰ παρὰ τῶν τροφητῶν ἡμῖν σαφηνισθέντα περὶ τοῦ Χριστοῦ μόνου καὶ τῶν μαθητῶν αὐτοῦ· καὶ ὅσα παρά τινος πρὸς τὸν Χριστὸν οἰκειοῦντα λαληθείη καὶ μόνον. Συμφωνεῖ τούτοις τὸ, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, καὶ φυλάξῃ πόλιν· τουτέστιν ἐὰν μὴ Κύριος δώῃ ἡμῖν ἰσχὺν τοῦ κατευθῦναι τὰ πρὸς αὐτὸν διαβήματα, μάτην ἡμεῖς κοπιῶμεν, οἱ μὴ ἐν παρακλήσει αὐτὸν ἐπικαλούμενοι, ἀλλʼ ἐν αὐθαδείῃ ἐπιχειροῦντες.