Ancient Greek · ~4 min
CAP. V.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-3
Not analysed yet
Ἡ χάρις καὶ ἡ φιλία ἐλευθεροῖ· ἡ δὲ ἀρετὴ καὶ γνῶσις ἐλευθεροῦσι ψυχὴν λογικήν· ἡ χάρις γὰρ καὶ ἡ φιλία, ἀρετὴ καὶ γνῶσίς ἐστιν· εἰ δὲ ἔλαφος ἐκ τῆς φιλίας, ὁ πῶλος ἐκ τῶν χαρίτων γεννᾶται· ἡ οὖν ἔλαφός ἐστι τῆς θεωρίας σύμβολον· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· ἡ μὲν γὰρ, ἐξ ἀρετῶν· ἡ δὲ, ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. —Ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβολον, σωμάτων καὶ ἀσωμάτων καὶ γνώσεως Θεοῦ· ἡ δὲ φιλία, τῆς πρὸς Θεὸν καὶ τὸν πλησίον ἀγάπης· ὁ δὲ πῶλος, τῆς ἀπαθείας· καὶ ἡ μὲν θεωρία τῆς πρὸς Θεὸν γνώσεως, ἐξ ἀρετῶν εἴωθε γίνεσθαι ψυχικῶν· ἡ δὲ ἀγάπη, ἐκ τῆς σοφίας γίνεσθαι πέφυκεν· ἡ δὲ ἀπάθεια, ἐκ τῶν τοῦ σώματος ἀρετῶν· παραινεῖ δὲ ἡμᾶς ταῖς τοιαύταις χάρισιν ἀεὶ προσομιλεῖν· ὁ δὲ τούτοις ἐμφιλοχωρῶν, οὐ μόνον τῷ Θεῷ προσομιλήσει, ἀλλὰ καὶ σύνοικος γενήσεται αὐτῷ. —Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ, ἥτις καλεῖται φιλία, καὶ συμφιλιάζει τῷ Θεῷ τοὺς ἑπομένους αὐτῇ διὰ τῆς γνώσεως τοῦ Θεοῦ. —Ἐν γὰρ τῇ τῆς ἀρετῆς φιλίᾳ καὶ τῇ τῆς γνώσεως, ὁ συμπεριφερόμενος πολλοστός ἐστι τῶν ὠφελουμένων.