Ancient Greek · ~3 min
CAP. VI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-4
Not analysed yet
Τὴν μητέρα ἐπάγεσθαι προστάσσει, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα, ἡ μὲν κατὰ Θεόν· καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος· ἀλλʼ ἐπειδὴ οὐ δυνατὸν, αὐτὸν γνῶναι τὸν Θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι· ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ, οὐ βλέπει τὸ φῶς, ὅπερ ἕστὶ γνῶσις αὐτοῦ τοῦ Θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς· καὶ τάχα λύχνος, ἡ Παλαιὰ Διαθήκη ἐστίν· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς, ἡ Νέα Διαθήκη· Ἐγὼ γὰρ, φησὶν, εἰμὶ τὸ φῶς τοῦ κόσμου· ἔλεγχος μὲν τῶν κακῶν, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.