Ancient Greek · ~2 min
9 to 11
Origen, Expositio in Proverbia (fragmenta e catenis) 9-4-11
Not analysed yet
Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Ἐὰν ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον κλέπτων, διʼ ἔνδειαν γνώσεως, ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ Σωτῆρος ἡμῶν γνώσεως καὶ σοφίας· ἀποτίσειν δὲ λέγεται ἑπταπλασίονα, τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεόν· καὶ πάντα τά ὑπάρχοντα αὐτῷ αἰσθητήρια δοὺς τῷ Θεῷ, ῥύσεται ἑαυτὸν ἐκ τῶν ἡτοιμασμένων τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ τιμωριῶν. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ, μοιχός ἐστι τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν, καὶ ἀπʼ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου· καὶ σὺν αὐτῷ ἀπώλειαν τῇ ψυχῇ αὑτοῦ περιποιεῖται.