Ancient Greek · ~2 min
8 to 9
Origen, Expositio in Proverbia (fragmenta e catenis) 8-5-9
Not analysed yet
Τεκτονική ἐστι κατὰ πνεῦμα ἡ πρακτικὴ τῶν ἀγαθῶν ἀρετῶν ἐργασία· ὁ δὲ τὰ Θεῷ ἐποφειλόμενα πράττων, ζητεῖ θεαρέστους ἄνδρας, δεχομένους τὰ. Θεῷ ἐποφειλὰς, ἵνα ὥσπερ αὐτὸς καὶ αὐτοὶ ἐμπορεύωνται· τοὺς δὲ μὴ τὰ καλὰ, ἀλλὰ τὰ κακὰ ζητοῦντας, παρήσεται. Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν ἐκωλύθη ὁ Ἀδὰμ, τὰ σπέρματα τῆς δικαιοσύνη, ἀποβαλὼν, ἀφʼ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.