Ancient Greek · ~3 min
CAP. XI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-7
Not analysed yet
Σῖτος ὁ θεῖος λόγος, ὃν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν. —Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις λεγόμενον· τὸ, Οὐδεὶς λύχνον ἄψας, τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλʼ ὑπὸ τὴν λυχνίαν, τοῦ φαίνειν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· ὥσπερ γὰρ ὁ σῖτος τροφή ἐστι τῷ σώματι, οὕτως ἡ θεία γνῶσις τῇ ψυχῇ· ὁ δὲ τὴν τῶν ἀμφοτέρων τροφὴν ἔχων καὶ μὴ παρέχων, ἀλλʼ ὑπὲρ τούτων μισθὸν ἀπαιτεῖ τοῖς οὐκ ἔχουσι δοῦναι, ὑπολίποιτο αὐτὸν τοῖς δαίμοσιν. Γράφει δὲ καὶ δημοκατάρατον, ὅτι ὑπὸ τὸν δῆμον τῶν ἀγγίλων καὶ πάντων τῶν δικαίων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. ἐπικατάρατος ἔσται.