Ancient Greek · ~2 min
Fragment 14
Origen, Fragmenta de principiis 14
Not analysed yet
Just. Ep. ad Menam (p. 212, 24—30 Schw.) :Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. →„Κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον. “Νομίζω γὰρ ὅτι λέγοι ἂν ὁ ἥλιος ὅτι „κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον“. Καὶ ὁ μὲν Παῦλος· „ἀλλὰ τὸ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς“, ὁ δὲ ἥλιος· „τὸ ἐπιμένειν τῷ οὐρανίῳ τούτῳ σώματι ἀναγκαιότερον διὰ τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ“. Τὰ δὲ αὐτὰ καὶ περὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων λεκτέον. ←