Ancient Greek · ~2 min
Fragment 17b
Origen, Fragmenta de principiis 17b
Not analysed yet
Just. Ep. ad Menam (p. 211, 17—23 Schw.) :Ὅτι καὶ τὸν ἔνυδρον ἔσθ' ὅτε αἱρεῖται βίον ἡ ψυχή, ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. →Ἡ ψυχὴ ἀπορρέουσα τοῦ καλοῦ καὶ τῇ κακίᾳ προσκλινομένη καὶ ἐπὶ πλεῖον ἐν ταύτῃ γινομένη, εἰ μὴ ὑποστρέφοι, ὑπὸ τῆς ἀνοίας ἀποκτηνοῦται καὶ ὑπὸ τῆς πονηρίας ἀποθηριοῦται. ←Καὶ μετ' ὀλίγα· →καὶ αἱρεῖται πρὸς τὸ ἀλογωθῆναι καὶ τὸν ἔνυδρον, ἵν' οὕτως εἴπω, βίον· καὶ τάχα κατὰ ἀξίαν τῆς ἐπὶ πλεῖον πτώσεως τῆς κακίας ἐνδύεται σῶμα τοιοῦδε ἢ τοιοῦδε ζῴου ἀλόγου. ←