Ancient Greek · ~2 min
Fragment 20
Origen, Fragmenta de principiis 20
Not analysed yet
Just. Ep. ad Menam (p. 210, 15—20 Schw.) :Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, ὅτι ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον. Διὰ τοῦτο καὶ ἄνθρωπος γέγονε Χριστός, ἐξ ἀνδραγαθήματος τούτου τυχών, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων· „Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου“. Ἔπρεπε δὲ τὸν μηδέποτε κεχωρισμένον τοῦ μονογενοῦς συγχρηματίσαι τῷ μονογενεῖ καὶ συνδοξασθῆναι αὐτῷ.