Ancient Greek · ~2 min
Fragment 21
Origen, Fragmenta de principiis 21
Not analysed yet
Just. Ep. ad Menam (p. 212, 9—14 Schw.) :Ἐκ τοῦ αὐτοῦ (scil. δευτέρου) λόγου περὶ τοῦ αὐτοῦ. →Ὥσπερ ‘σῶσαι ἦλθεν τὸ ἀπολωλὸς’ ὁ σωτήρ, ὅτε μέντοι σῴζεται τὸ ἀπολωλός, οὐκέτι ἐστὶν ἀπολωλός· οὕτως ἣν σῶσαι ἦλθε ψυχήν, ὡς σῶσαι τὸ ἀπολωλός, οὐκέτι μένει ψυχὴ ἡ σωθεῖσα ψυχή. Ἔτι βασανιστέον εἰ ὥσπερ τὸ ἀπολωλὸς ἦν ὅτε οὐκ ἀπολώλει καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται ἀπολωλός, οὕτω καὶ ἡ ψυχὴ ἦν ὅτε οὐκ ἦν ψυχὴ καὶ ἔσται ὅτε οὐκ ἔσται ψυχή. ←