Ancient Greek · ~2 min
Fragment 23b
Origen, Fragmenta de principiis 23b
Not analysed yet
Just. Ep. ad Menam (p. 212, 3—8 Schw.) :Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. →Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξιν τὴν ἀπὸ τοῦ ζῆν τῷ πνεύματι γέγονεν ἡ νῦν λεγομένη ψυχή, οὖσα καὶ δεκτικὴ τῆς ἐπανόδου τῆς ἐφ' ὅπερ ἦν ἐν ἀρχῇ. Ὅπερ νομίζω λέγεσθαι ὑπὸ τοῦ προφήτου ἐν τῷ· „Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου“· ὥστε ὅλον τοῦτο εἶναι νοῦς. ←