Ancient Greek · ~2 min
Fragment 32
Origen, Fragmenta de principiis 32
Not analysed yet
Just. Ep. ad Menam (p. 209, 11—15 Schw.) :Ὅτι κτίσμα καὶ γενητὸς ὁ υἱός, ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου. →Οὗτος δὴ ὁ υἱὸς ἐκ θελήματος τοῦ πατρὸς ἐγενήθη, „ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου“ καὶ „ἀπαύγασμα τῆς δόξης αὐτοῦ χαρακτήρ τε τῆς ὑποστάσεως αὐτοῦ“, „πρωτότοκος πάσης κτίσεως“, κτίσμα, σοφία· αὐτὴ γὰρ ἡ σοφία φησίν· „ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ“. ←