Ancient Greek · ~5 min
Fragment 33
Origen, Fragmenta de principiis 33
Not analysed yet
Athan. De decr. Nic. syn. 27, 1—2 (p. 23, 17—30 Opitz): Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ ἑτέρας οὐσίας ἢ ὑποστάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον <γέννημα> αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν τῇ συνόδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις, ἀλλὰ τῶν πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· ἃ δὲ ὡς ὁρίζων ἀποφαίνεται, τοῦτο τοῦ φιλοπόνου τὸ φρόνημά ἐστι. (2) μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· →Εἰ ἔστιν ‘εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου’, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ ‘ὁμοιότης’ τυγχάνων τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην ‘φῶς’ λεγόμενος (‘ὁ θεὸς’ γὰρ ‘φῶς ἐστιν’) ‘ἀπαύγασμα’ οὐκ εἶχε τῆς ἰδίας ‘δόξης’, ἵνα τολμήσας τις ἀρχὴν δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς ‘εἰκών’, ὁ ‘χαρακτήρ’, <ὁ> λόγος ὁ ‘γινώσκων τὸν πατέρα’ οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός’, ὅτι ἐρεῖ καὶ τό· σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν. ←