Ancient Greek · ~2 min
Fragment 5
Origen, Fragmenta de principiis 5
Not analysed yet
Just. Ep. ad Menam (p. 210, 21—24 Schw.) :Ὅτι συναΐδια τοῦ θεοῦ τὰ κτίσματα, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. →Πῶς δὲ οὐκ ἄτοπον τὸ μὴ ἔχοντά τι τῶν πρεπόντων αὐτῷ τὸν θεὸν εἰς τὸ ἔχειν ἐληλυθέναι; εἰ δὲ οὐκ ἔστιν ὅτε παντοκράτωρ οὐκ ἦν, ἀεὶ εἶναι δεῖ ταῦτα, δι' ἃ παντοκράτωρ ἐστί, καὶ ἀεὶ ἦν ὑπ' αὐτοῦ κρατούμενα, ἄρχοντι αὐτῷ χρώμενα. ←