Ancient Greek · ~2 min
Fragment 6
Origen, Fragmenta de principiis 6
Not analysed yet
Just. Ep. ad Menam (p. 210, 1—6 Schw.) :Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. →Οὕτω τοίνυν ἡγοῦμαι καὶ ἐπὶ τοῦ σωτῆρος καλῶς ἂν λεχθήσεσθαι ὅτι ‘εἰκὼν ἀγαθότητος θεοῦ’ ἐστιν, ἀλλ' οὐκ αὐτοαγαθόν. καὶ τάχα καὶ ὁ υἱὸς ἀγαθός, ἀλλ' οὐχ ὡς ἁπλῶς ἀγαθός. καὶ ὥσπερ ‘εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου’ καὶ κατὰ τοῦτο θεός, ἀλλ' οὐ περὶ οὗ λέγει αὐτὸς ὁ Χριστὸς „ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν“, οὕτως ‘εἰκὼν τῆς ἀγαθότητος’, ἀλλ' οὐχ ὡς ὁ πατὴρ ἀπαραλλάκτως ἀγαθός. ←