Ancient Greek · ~14 min
Section 14
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 14.1
Not analysed yet
Eph. iii 12 [ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.] [Ὠριγένης δέ φησιν] ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν. μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρησίαν, ἀλλ' ἐν πεποιθήσει παρρησίαν· καὶ προσαγωγὴν διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν ὅτι ὁ πάντα λόγῳ ποιῶν πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον, καὶ ὁ τὴν σοφίαν καταλαμβάνων πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν Σοφίαν, καὶ ὁ τὴν ἀλήθειαν τρανῶν πεπίστευκεν εἰς Χριστὸν τὴν Ἀλήθειαν, καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς πεπίστευκεν εἰς Χριστὸν τὴν Δικαιοσύνην. [iii 13] διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ <ὑ>μ<ῶν>, ἥτις ἐστὶν δόξα ὑμῶν. ἀγωνιζόμενος ὑπὲρ τῶν Χριστῷ μαθητευομένων πολλὰ εἶχε τὰ θλίβοντα· διὸ αἰτοῦμαι φησὶ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τ<ὸ> ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν τίνι ἐφαρμόσομεν τὸ ἥτις ἐστὶ δόξα ὑμῶν. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι πρὸς τὰς θλίψεις ἀποδέδωκε τὸ ἥτις ἐστὶ δόξα ὑμῶν, ὡσεὶ ἔλεγεν ‘αἵτινές εἰσι δόξα ὑμῶν,’ διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτης τῷ λόγῳ, ἀποδέδωκεν ἀντὶ τοῦ ‘αἵτινες’ τὸ ἥτις. ἄλλος δὲ τὸ ἥτις ἐστὶ δόξα ὑμῶν ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι, καὶ ἡ προσαγωγὴ δόξα τοῦ προσαγομένου Θεῷ, καὶ ἡ πίστις δόξα τοῦ πιστεύοντος ἂν εἶναι λέγοιτο. δύναται δὲ τὸ διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν τοιοῦτο εἶναι, ‘διὸ αἰτοῦμαι ὑπὲρ ὑμῶν, τὸ μὴ ἐκκακεῖν ὑμᾶς ἐν ταῖς θλίψεσί μου, αἵτινές εἰσιν ὑμετέρα δόξα.’ καὶ δόξει γε τὰ ἑξῆς ταύτῃ μᾶλλον τῇ ἐκδοχῇ συνᾴδειν· τούτου γὰρ χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι· χρεία γὰρ δυνάμει κραταιωθῆναι τὸν μὴ ἐκκακήσοντα ἐπὶ θλίψεσιν. ἐρεῖ δέ τις πρὸς τὸ δεύτερον, λόγον μὲν εἶχεν θλιβομένων τῶν Ἐφεσίων αἰτεῖν τὸν Παῦλον περὶ αὐτ<ῶ>ν μὴ ἐκκακεῖν, γελοῖον δὲ εἶναι δόξει τὸ Παύλου θλιβομένου εὐχῆς δεῖσθαι τοὺς Ἐφεσίους ἵνα μὴ ἐκκακῶσιν ἐν ταῖς ἐκείνου θλίψεσιν. ἀλλὰ πρὸς τοῦτο παραθετέον τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὔτε ἐξεπτύσατε· ἐμφαίνεται γὰρ διὰ τούτων ὅτι ἐν τῇ σαρκὶ Παύλου πειρασμὸς ἑτέροις ἐγίνετο. ἄλλως δὲ καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ μάλιστα το<ὺς> πολλοὺς ταράττον ἐν τοῖς περὶ προνοίας λόγοις ἔστιν, ὅτε τοῖς μὲν ἁγιωτάτοις καὶ δικαιοτάτοις ὁρῶσιν θλίψεις μυρίας καὶ περιστάσεις συμβαινούσας τοῖς δὲ ἀνομωτάτοις τὰ νομιζόμενα καλὰ γινόμενα. ὅτι δὲ ἐν τῇ Ἐφέσῳ καὶ περὶ τὴν Ἀσίαν πολλὰ πέπονθεν ὁ Παῦλος, γέγραπται μὲν καὶ ἐν ταῖς τῶν ἀποστόλων πράξεσιν, ἔξεστι δὲ καὶ ἀπ' αὐτοῦ μαθεῖν λέγοντος εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται; καὶ ἐν τῇ δευτέρᾳ τῇ πρὸς Κορινθίους, οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν κατὰ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς, ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, ἠλπίκαμεν γὰρ ὅτι καὶ ῥύσεται. ὅρα γὰρ ὅσα ἦν τὰ τῶν θλίψεων αὐτοῦ, ὡς λέγειν ὃς ἐκ τηλικούτων θανάτων ἐρρύσατο ἡμᾶς καὶ ῥύεται.