Ancient Greek · ~15 min
Section 15
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 15.1
Not analysed yet
Eph. iii 14 [τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα.] [Ὠριγένης φησί] τὸ κάμπτειν τὰ γόνατα σύμβολόν ἐστιν ἄλλης γονυκλισίας τῆς γινομένης ἐν τῷ ὑποτάσσεσθαι τῷ Θεῷ καὶ ὑποπεπτωκέναι αὐτῷ. τούτῳ γὰρ τῷ λόγῳ καὶ ὁ ἀπόστολός φησιν ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ λέγομεν μὴ πάντως τὰ ἐπουράνια ἔχειν σώματα γεγονατωμένα, ἔτι δὲ καὶ τὰ καταχθόνια ὁμοίως, πρὸς τούτοις οὐδὲ τὰς ἀπηλλαγμένας τούτου τοῦ σώματος ψυχάς. ⟦Eph. iii 15 πατριά [Marginal note]. ὁ Χρυσόστομος, πατριαί οἱονεὶ φυλαί. Ὠριγένης ὁμοίως. πατριὰς δὲ καὶ αὐτὸς [scilicet Ὠριγένης] ἐξέδωκεν, οὐ φατρίας κατὰ Θεόδωρον. ⟧[iii 16, 17a] ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι <τὸν> Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν. ἔοικεν ἡ θειότης αὐτοῦ ἰδίως κατὰ τὴν γραφὴν ‘δόξα’ αὐτοῦ ὀνομάζεσθαι. πλουτεῖ δὲ θε<ι>ότητι πολλῇ καὶ δυσκαταλήπτῳ οὔσῃ τῇ γεννητῇ φύσει ὁ Θεός· ἀπὸ τοῦ πλούτου δὴ τούτου τῆς θειότητος καὶ τῆς δόξης αὐτοῦ μεταδιδούς, οἷς κρίνει μεταδιδόναι δεῖν, δυνάμεως καὶ κραταιότητος, δυνάμει κραταιοῖ διὰ τοῦ πνεύματος αὐτοῦ· κραταιοῖ δὲ κατοικίζων εἰς τὸν χωροῦντα ἔσω ἄνθρωπον τὸν Χριστόν. καὶ τὸ παραδοξότατον, ὅλος ὢν ὁ Χριστὸς καὶ καθ' ἑαυτὸν ζῶν κατοικεῖ καὶ ἐν τοῖς μετέχουσιν αὐτοῦ, κατοικεῖ δὲ διὰ τῆς πίστεως εἰς τὸν ἔσω ἄνθρωπον, τουτέστι τῷ ἡγεμονικῷ· ἐπάγει γὰρ ἐν ταῖς καρδίαις ὑμῶν. Eph. iii 17b—19 [ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως τὴν ἀγάπην τοῦ Χριστοῦ.] [Ὠριγένης φησί] δοκεῖ μοι σαφῶς τὰ ἑξῆς ἐν σολοικίᾳ εἰρῆσθαι ὡς πρὸς τὴν φράσιν. πρὸς γὰρ τὸ δῴη ὑμῖν ἀκόλουθον ἦν εἰπεῖν ‘ἐρριζωμένοις καὶ τεθεμελιωμένοις,’ ὥστε εἶναι τὸ ἑξῆς ἵνα δῷ ὑμῖν ἐν ἀγάπῃ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, ὥστε εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως· εἰς τὸν ἔσω ἄνθρωπον, λέγω κατὰ τὰς καρδίας ὑμῶν, τουτέστιν τὰ ἡγεμονικά. ὁ δὲ θέλων ἀποκαταστῆσαι τὰ κατὰ τὸν τόπον χωρὶς σολοικίας, σκέψαι εἰ μὴ βιάσεται οὕτως τὴν φράσιν ἀποκαταστάς· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ, εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως, ἐν ταῖς καρδίαις ὑμῶν, ἵνα ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ τὰ ἑξῆς. ὥστε κατὰ ταύτην τὴν ἐκδοχὴν μεταθετέον τὸ ἵνα ἀπὸ τοῦ ἵνα ἐξισχύσητε ἐπὶ τὸ ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι. ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν, δηλονότι ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ἰσχύος καὶ ἐξ ὅλης διανοίας, καὶ τῇ πρὸς τὸν πλησίον κατοικίζεται Χριστός. καὶ ὡς φυτὰ μὲν ἐρρίζωνται ἐν ἀγάπῃ οἱ ἐρριζωμένοι ἐν αὐτῇ, ὡς δὲ οἰκοδομὴ τεθεμελίωνται ἐν ἀγάπῃ· ἔφη δὲ ὁ αὐτὸς Παῦλος Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. ἔργον δὲ ἰδεῖν ἐπὶ τίνος νῦν εἴρηται τὸ πλάτος, καὶ ἐπὶ τίνος τὸ μῆκος, καὶ ἐπὶ τίνος τὸ βάθος, καὶ ἐπὶ τίνος τὸ ὕψος. ἔχει δὲ ταῦτα πάντα ὁ σταυρὸς τοῦ Χριστοῦ, δι' οὗ ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ κατέβη εἰς τὰ κατώτατα τῆς γῆς, εἶχεν γὰρ καὶ ὕψος καὶ βάθος· καὶ εἰς πᾶσαν τὴν γῆν αὐτὸς διέδραμεν, ἐπὶ τὸ πλάτος καὶ μῆκος αὐτῆς φθάσας. καὶ ὁ Χριστῷ γε συνεσταυρωμένος καὶ συνεκτεινόμενος αὐτῷ καταλαμβάνει τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος. ἔργον δὲ τοῦ ἁγίου καὶ τὸ γνῶναι τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. οὐδεὶς δὲ ὑπερβάλλουσαν ἀγάπην ἔχων γνώσεως δύναταί τι ἀγαπῆσαι τῶν περισπώντων καὶ περιελκόντων ἀπὸ τῆς καταλήψεως τῆς περὶ τῆς ὑπερβαλ<λ>όντως ἀγαπωμένης γνώσεως.