Ancient Greek
Section 16
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 16
Not analysed yet
Eph. iv 3 [ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.] [Ὠριγένης φησί] τηρεῖ τὴν ἑνότητα τοῦ πνεύματος ὁ κατηρτισμένος τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ τῆς Ἀληθείας καὶ τοῦ Λόγου καὶ τῆς Σοφίας πρὸς τὸν πλησίον. ὅταν δὲ μὴ τὸ αὐτὸ λέγωμεν πάντες, καὶ διὰ τοῦτο μὴ ᾖ ἐν ἡμῖν σχίσματα, οὐ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος διακόπτομεν αὐτὴν εἰς πλείονα. εἰ μέντοιγε ὁ Θεὸς δίδωσι διαιρέσεις χαρισμάτων, ἀλλὰ τηρεῖ τὸ αὐτὸ πνεῦμα· καὶ εἰ χαρίζεται διαιρέσεις διακονιῶν, ἀλλὰ φυλάττει τὸν αὐτὸν κύριον· καὶ εἰ δωρεῖται διαιρέσεις ἐνεργημάτων, ἀλλ' ὁ αὐτὸς μένει Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἐφεσίοις μὲν οὖν τοῖς ἤδη ἐσχηκόσι τὴν ἑνότητα τοῦ πνεύματος καὶ δεομένοις τηρεῖν ταύτην λέγεται ἐν ἀγάπῃ σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος· τοῖς δὲ μηδέπω ἔχουσι τὴν ἑνότητα τοῦ πνεύματος λέγοιτο <ἂν> ‘σπουδάζοντες καταντᾶν ἐπὶ τὴν ἑνότητα τοῦ πνεύματος’ ἢ ‘ποιεῖν τὰ τῆς ἑνότητος τοῦ πνεύματος.’ τηρεῖται δὲ ἡ ἑνότης τοῦ πνεύματος, τῆς ἀγάπης συνδεούσης τοὺς κατὰ τὸ πνεῦμα ἑνουμένους καὶ εἰς ἓν σῶμα αὐτοὺς συναγούσης τοῦ Χριστοῦ.