Ancient Greek · ~27 min
Section 17
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 17.1
Not analysed yet
Eph. iv 5, 6 [εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς θεὸς καὶ πατὴρ πάντων, καὶ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.] [Ὠριγένης δέ φησι] διὰ τοὺς συγχέοντας πατέρα καὶ υἱὸν τὸ μὲν κύριος τέτακται ἐπὶ τοῦ υἱοῦ τὸ δὲ εἷς θεὸς ἐπὶ τοῦ πατρός· καὶ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου δὲ δύο διδόντας βαπτίσματα χρηστέον τῷ ῥητῷ ἓν βάπτισμα. πάντων δέ ἐστιν ὁ Θεὸς καὶ πατήρ, τ<ῷ> τινῶν μὲν εἶναι Θεὸς καὶ μὴ πατήρ, τινῶν δὲ Θεὸς καὶ πατήρ, ὡς εἴ τις δείξας δέκα τινὰς τὸν ἀριθμὸν ἀνθρώπους, ὧν οἱ μὲν πέντε τοῦδέ τινος υἱοί εἰσιν, οἱ δὲ πέντε δοῦλοι, ἔλεγεν ‘οὗτος τῶν δέκα κύριός ἐστι καὶ πατήρ.’ πρὸς τούτοις ἐξεταστέον τὴν διαφορὰν τῶν προθέσεων, τῆς ἐπὶ καὶ τῆς διὰ καὶ τῆς ἐν. καὶ σωματικῇ γε εἰκόνι χρηστέον τοιαύτῃ· τόπ<ῳ> ὁ ἥλιος ἐπὶ πάντων ἐστι φέρ' εἰπεῖν τῶν ἐπὶ γῆς, ταῖς δὲ αὐγαῖς λέγοιτο ἂν εἶναι διὰ πάντων, εἰ δὲ καὶ εἰς τὸ βάθος ἑκάστου ἔφθανεν ἡ δύναμις τοῦ φωτὸς αὐτοῦ ἐλέγετο ἂν εἶναι καὶ ἐν πᾶσιν· οὕτως τοίνυν καὶ κατὰ τὰ νοητὰ τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ το<ῦ> ἐπὶ πάντων, τὸ δὲ διαρκὲς πρὸς ἕκαστον ἐν τῷ διὰ πάντων, τὸ δὲ καὶ φθάνειν ἐν πᾶσι τῆς δυνάμεώς ἐστι τοῦ Θεοῦ, ὥστε μηδένα εἶναι κενὸν πάντῃ αὐτοῦ διὰ τοῦ ἐν πᾶσιν. καὶ τ<ὸ> ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ οὕτω νενοῆσθαι νομίζομεν. οὐκ ἐκ μέτρου μὲν δίδωσι τὸ πνεῦμα καὶ τὴν χάριν ὁ Θεός, οὗ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· μέτρον δὲ δίδωσι φειδόμενος τῶν λαμβανόντων, μὴ χωροῦντος ἑκάστου πλέον οὗ συμφερόντως λαμβάνει. πλὴν ἐπεὶ χάρις ἐστὶν ἡ διδομένη—καὶ οὐκ ἐξ ἔργων ἐστίν, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις—δίδοται ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ· εἰ καὶ μὴ ἐξ ἔργων δέ, ἀλλ' ἐπί τινός γε τῶν ἐφ' ἡμῖν. ἐκ πίστεως γὰρ δίδοται ἡ χάρις, ἐπὶ τῷ συνεργούσης αὐτῆς τὴν πίστιν κατακοσμηθῆναι καὶ τοῖς ἔργοις, ὡς εἰπεῖν τὸν λαμβάνοντα τὴν χάριν καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐκ εἰς κενὸν ἐγενήθη ἀλλὰ τοσόνδε ἐκοπίασα. [iv 11, 12] καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. ἐχομένως τῶν προκειμένων καὶ ταῦτα ἐπιφέρει. εἰ γὰρ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστός, ἀλλ' ἑκάστῳ τῶν ἁγίων ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, ὥστε τοὺς μέν τινας εἶναι ἀποστόλους τοὺς δὲ προφήτας καὶ ἄλλους εὐαγγελιστὰς καὶ μετὰ τούτους ποιμένας καὶ ἐπὶ πᾶσι διδασκάλους. εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμενον κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, δηλονότι καὶ ποιμένα ποιμαίνοντα μετ' ἐπιστήμης χρὴ χάρισμα ἔχοντα ποιμαίνειν· πῶς δὲ καὶ εὐαγγελιστής τις ἔσται, οὗ μὴ εἰσὶν ὡραῖοι, ἵν' οὕτως εἴπω, οἱ πόδες τῆς ψυχῆς; ἵνα δὲ γένωνται, Θεὸν δεῖ ὡραιότητα αὐτοῖς παρασχεῖν· ἀλλὰ καὶ προφήτην ἀπίστους ἐλέγχοντα καὶ ἀνακρίνοντα (τοιοῦτος γάρ ἐστιν ὁ τῆς καινῆς διαθήκης προφήτης), ὃν ἀπὸ Θεοῦ καθίστασθαι τῇ ἐκκλησίᾳ νομιστέον. εἰ δὲ ταῦτα δυνατὸν ἀεὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ, μήποτε καὶ ἀποστόλους, οἷς δίδοται τὰ σημεῖα τοῦ ἀποστόλου κατεργάζεσθαι, δυνατὸν εὑρεθῆναι καὶ νῦν. χρεία δὲ ἀποστόλων καὶ προφητῶν καὶ τῶν ἑξῆς εἰς τὸν καταρτισμὸν τῶν ἁγίων, ἵνα καταρτίζωνται κατὰ τὸ ἔργον τῆς Χριστοῦ διακονίας, ὅπως οἰκοδομῆται <καὶ> ἐνεργῇται τὸ σῶμα τοῦ Χριστοῦ ἐκ τῶν ζώντων λίθων. [iv 13—15] μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός. τίνες πάντες καταντήσομεν εἰς τὴν ἑνότητα τῆς πίστεως ζητητέον, πότερον πάντες ἁπαξαπλῶς ἄνθρωποι, ἢ ἡμεῖς οἱ κληρωθέντες ἐν Χριστῷ. δόξει δὲ πρὸς τὸ πρότερον ἀποδεδόσθαι, διὰ τὸ πολλοὺς ἀνέμους εἶναι τῆς διδασκαλίας τοὺς κλυδωνίζοντας καὶ περιφέροντας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, σχεδὸν τοὺς πάντας ἢ τοὺς πλείστους. πλὴν φιλοτιμητέον ἐπὶ τὴν ἑνότητα τῆς πίστεως καταντῆσαι· καὶ πρὸς τῇ ἑνότητι τῆς πίστεως, γενέσθαι καὶ ἐν τῇ ἑνότητι τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ. ὧν ἐ<γ>γενομένων, πᾶσαν νηπιότητα ἀποθέμενοι ἄνδρες χρηματίς<ο>μεν τέλειοι, τὸ μέτρον τῆς ἐν κρυπτῷ ἡλικίας ἄκρως ἀπειληφότες· ὅπερ μέτρον ἡλικίας πληρώματος μέτρον ἐστὶ τοῦ Χριστοῦ, πάντων τῶν ἐπὶ τὸ μέτρον τῆς προειρημένης ἡλικίας ἐφθακότων τὸ πλήρωμα τοῦ Χριστοῦ κεχωρηκότων, ὅτε οὐκέτι ἔσονται νήπιοι, οὐδὲ διὰ τὸ περὶ τῶν δογμάτων ἀνερμάτιστον καὶ ἀμφίβολον περὶ αὐτῶν ἐν νηπίων ἕξει περιπατοῦσιν, ὥσπερ ὑπὸ κλύδωνος τῶν ὑπὲρ ἑκάστου ψεύδους πιθανῶν περιφερόμενοι καὶ παντὶ ἀνέμῳ διδασκαλίας ἐπιδιδόντες ἑαυτούς· τινῶν μὲν ἀνθρώπων οὐ <πρὸς τὸ ψεύδεσθαι> διακειμένων ἀλλὰ κυβευτικῶς διδασκόντων, ἄλλων δὲ μετὰ πάσης πανουργίας καὶ ἐντρεχείας ἀπατώντων, τ<ῷ> τὴν πλάνην μεθόδοις χρῆσθαι μυρίαις καθ' ἡμῶν. καὶ ὅταν γε καταντήσωσιν οἱ ἅγιοι εἰς τὸν προειρημένον τέλειον ἄνδρα, τότε τῷ νενοηκέναι τὴν ἀγάπην ἀληθεύοντες ἐν αὐτῇ αὐξής<ουσιν> εἰς τὸν Χρίστον πάντα τὰ δοθέντα αὐτοῖς τῆς ἀληθείας σπέρματα, χρώμενοι ὡς σῶμα κεφαλῇ τῷ Χριστῷ. ἐπειδὴ δέ φησιν ἵνα μηκέτι ὦμεν νήπιοι, ζητοῦμεν πότερον ταῦτα κατὰ μετριότητα εἶπε, συμπεριλαμβάνων ἑαυτὸν οὐκ ὄντα νήπιον, ἢ ὁρῶν ὅσον ἀπολείπεται ὁ ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους προφητεύων τῆς τελειότητος ἀληθῶς φησιν εἶναι νήπιος. πλὴν ὁ λέγων αὐτὸν κατὰ <μετρ>ιότητα ταῦτα εἰρηκέναι, χρήσεται τ<ῷ> ὅτε ἤμην ὡς νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. ὁ δὲ ἕτερος πρὸς τοῦτο ἀποκρινε<ῖ>ται, ὅτι συγκρίσει μὲν τῶν πολλῶν ἐγεγόνει μὲν ὁ Παῦλος ἀνήρ, πρὸς δὲ τὰ ἀποκείμενα τοῖς ἁγίοις τέλη ἔτι νήπιος ἦν· καὶ πάντας γὰρ ὁ προφητικὸς λόγος παιδία ὀνομάζει λέγων ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. μετὰ ταῦτα ἐπιστήσεις εἰ μὴ κατὰ μετριότητα ὁ Παῦλος οὐ μόνον νήπιος εἶναί φησιν, ἀλλὰ καὶ κλυδωνιζόμενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ διδασκαλίας καὶ τὰ ἑξῆς. ὁ μέντοιγε καὶ τοῦτο λέγων μὴ ἀπὸ μετριότητος αὐτ<ῷ> εἰρῆσθαι, φήσει ὅτι ἄνθρωπος ἦν ὀξὺς καὶ εὐεπήβολος καὶ ἑώρα τοὺς ἐπὶ ἑκάτερα ἐπιχειρουμένους λόγους ἱκανοὺς ὄντας περισπάσαι καὶ ἐν κλύδωνι ποιῆσαι γενέσθαι τὸν θεωροῦντα τὰς πιθανότητας· διὰ τοῦτο δὲ καὶ ὡς ἄνθρωπος περιεφέρετο παντὶ ἀνέμῳ διδασκαλίας, οὐ κατασπώμενος μὲν οὐδὲ ναυαγῶν, ὥσπερ δὲ ναῦς παλαίων ποικίλοις πνεύμασιν· ἑώρα δὲ καὶ τοὺς τῶν ἀντικειμένων λόγους οἱονεὶ ἐν κυβείᾳ διδασκόντ<ων> οὐκ ὄντας εὐκαταφρονήτους ἀλλὰ πανουργότατα λεγομένους, ὥστε ἱκανοὺς εἶναι πλανῆσαι· καὶ ἤλπιζε τεύξεσθαί ποτε τῆς ἀπὸ τοῦ Θεοῦ βοηθείας πρὸς τὸ ἀποθέσθαι πάντα περισπασμὸν καὶ ἀληθεῦσαι ἀπερισπάστως καὶ ἐν ἀγάπῃ αὐξῆσαι εἰς τὸν Χριστόν, ὃν ᾔδει αὐτοῦ ὄντα κεφαλὴν καὶ παντὸς τοῦ τῆς ἐκκλησίας σώματος.