Ancient Greek · ~14 min
Section 18
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 18.1
Not analysed yet
Eph. iv 17—19 τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν π<ώ>ρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. [Ὠριγένης φησίν] ὅτε μὲν ὁ νοῦς ἤτοι πρὸς τοῖς βιωτικοῖς ἐστι, τῇ δυνάμει ἑαυτοῦ πρὸς ταῦτα καταχρώμενος, ἢ πρός τισι δόγμασιν ἀναπεπλασμένοις ὡς ἀληθέσιν, οὐκ οὖσιν ἀληθέσιν, ἐν ματαιότητί ἐστιν· ματαία γὰρ καὶ πᾶσα φροντὶς βιωτικὴ καὶ πάντες οἱ προσποιούμενοι εἶναι ἀλήθεια ψευδεῖς λόγοι· ὅτε δὲ ἡ διάνοια, ἥτις ἐστὶν διέξοδος λογική, ὑποσυγκέχυται, οὔτε τὴν φύσιν τῶν λεγομένων θεωροῦσα οὔτε ἐφέπεσθαι τοῖς ποικίλοις τῶν λεγομένων δυναμένη, τότε ἐσκοτῶσθαι εὐλόγως ἂν λέγοιτο. οὔτε οὖν ἐν ματαιότητι τοῦ νοὸς εἶναι δεῖ οὔτε ἐσκοτισμένους τῇ διανοίᾳ, ἵνα μὴ ἀπηλλοτριωμένοι τυγχάνωμεν τῆς ζωῆς τοῦ Θεοῦ, ἀγνοίας ἐνυπαρχούσης ἡμῖν καὶ π<ω>ρώσεως καρδίας. ταῦτα δὲ ἐὰν ἐπίπλεον νεμηθῇ τὴν ψυχὴν ἡμῶν—λέγω δὲ ματαιότης νοὸς καὶ σκότωσις διανοίας, τὰ ἀλλοτριοῦντα τῆς ζωῆς τοῦ Θεοῦ καὶ παρείσδυσιν διδόντα ἀγνοίᾳ π<ώ>ρωσίν τε τῆς καρδίας ἐπιτρέποντα—τότε εἰς ἀναισθησίαν ἐμπεσούμεθα, συνωθοῦντες ἡμῶν τὸ συνειδὸς ἐπὶ τοῖς ἁμαρτανομένοις, καὶ παραδώσομεν ἑαυτούς, οὐδὲ κατά ποσον ἀνθιστάμενοι ταῖς σαρκικαῖς ἐπιθυμίαις, τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας ἁπάσης, μετὰ τοῦ πλεονεκτεῖν ἐκείνους δέ, ὧν τοὺς γάμους νοθεύομεν. εἰ δὲ θέλομεν νοῆσαι τὸ οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, συγκρίν<ω>μεν τοὺς δυσσυνειδητοῦντας καὶ βασανιζομένους ἐπὶ τῷ συνεγνωκέναι τι ἑαυτοῖς φαῦλον τοῖς μετὰ πάσης ἀδείας πολλαπλασίονα πταίουσιν. οἱ μὲν γὰρ οὐδέπω ἀπηλγήκασιν, ἀλλ' ἔτι ἀλγοῦσιν· διόπερ δυνατόν ἐστιν τυχόντας αὐτοὺς βοηθείας λογικῆς θεραπευθῆναι, ὥστε τὸν ἑξῆς βιῶσαι ἀνεπιλήπτως χρόνον. οἱ δὲ οὐκέτι ἀλγοῦσιν ἁμαρτάνοντες· διόπερ μηδὲ ἐπί ποσον ἀντιτείνοντες μηδὲ ἐγκρατευόμενοι ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἔργον ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. πλὴν εἰς ταῦτα πάντα κίνδυνος ἐμπεσεῖν παντὶ τῷ ἐν ματαιότητι τοῦ νοὸς τυγχάνοντι καὶ ἐσκοτισμένῳ τῇ διανοίᾳ· ὅθεν τοῦ νοῦ καὶ τῆς διανοίας ἡμῖν ἐπιμελητέον, ἵνα ἡ μὲν διάνοια ᾖ πεφωτισμένη, λυομένου τοῦ σκότους ὑπὸ τοῦ ἀληθινοῦ φωτός, ὅπερ ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος, ὁ δὲ νοῦς ἀπὸ τῆς περὶ τὰ μάταια προσπαθείας ἀνατρεπόμενος προάγοιτο τῷ Θεῷ διὰ τοῦ λόγου τῆς σοφίας. εἰ μέντοιγε διὰ τὴν ἄγνοιαν καὶ π<ώ>ρωσιν τῆς καρδίας ἀπαλλοτριοῦνται τῆς ζωῆς τοῦ Θεοῦ οἱ ἀπηλλοτριωμένοι αὐτῆς, τῷ ἐν ματαιότητι γεγονέναι αὐτῶν τὸν νοῦν καὶ ἐν σκοτισμῷ τὴν διάνοιαν, οὐκ ἐκ φύσεως ἀλλ' ἐξ αἰτιῶν τῶν παρ' ἡμῶν γινομένων ἐκ τοῦ ἐφ' ἡμῖν ἀλλοτριοῦνται τῆς ζωῆς ἐκεῖνοι οἱ ἀλλοτριούμενοι αὐτῆς. ἀκαθαρσίαν δὲ ἐν πλεονεξίᾳ τὴν μοιχείαν οἴομαι εἶναι· ἀλλαχοῦ γὰρ τοῦτό φησιν ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ, ἐν ᾗ ταῦτα· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν, τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ' ἐν ἁγιασμῷ καὶ τιμῇ. τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. παρατήρει δὲ ὅτι προτρεπόμενος ἐπὶ τὴν ἁγνείαν ἡμᾶς πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν φησιν εἴ τις τὴν ἀδελφοῦ λαμβάνοι γυναῖκα· πλὴν ἔκδικος Κύριος περὶ πάντων τούτων τῶν πεπλεονεκτημένων, εἴτε ἀδελφῶν εἴτε καὶ ἀπίστων.