Ancient Greek · ~22 min
Section 19
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 19.1
Not analysed yet
Eph. iv 20—22 [ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.] [Ὠριγένης φησίν] τὸ μαθεῖν τὸν Χριστὸν ταὐτόν ἐστι τ<ῷ> μαθεῖν τὴν ἀρετήν, καὶ τὸ ἀκοῦσαι αὐτὸν οὐ διαφέρει τοῦ συν<ιέ>ναι τὸν λόγον τῶν ἀναγεγραμμένων ἐπινοιῶν τοῦ υἱοῦ τοῦ Θεοῦ. εἴ τις οὖν ἔμαθε τὸν Χριστὸν καὶ ἤκουσεν αὐτόν, ἐπεὶ ἔμαθεν αὐτὸν ὄντα Σοφίαν καὶ ἤκουσεν αὐτὸν ὡς Θεοῦ Λόγον, παραδεξάμενος ἃ μεμάθηκε καὶ ἤκουσεν, οὐ περιπατήσει ἐν τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐδ' ἔσται τῇ διανοίᾳ ἐσκοτισμένος, οὐδὲ τῆς ζωῆς τοῦ Θεοῦ ἀπηλλοτριωμένος. μάθωμεν τοίνυν τὸν Χριστὸν καὶ ἀκούσωμεν αὐτόν· οὐκ ἀπογνωστέον μέντοιγε καὶ τὸ διδαχθῆναι θείᾳ δυνάμει ὑποβαλλούσῃ τῷ νῷ ἡμῶν κεκαθαρμέν<ῳ> λόγον τὸν περὶ Χριστοῦ τέλειον καὶ ἀληθινόν, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. ἐδίδαξε τί τὸ μαθεῖν τὸν Χριστὸν καὶ ἀκοῦσαι καὶ διδαχθῆναι, εἰπὼν καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἡ γὰρ τῆς ἀληθείας πρωτότυπος οὐσία ἐν τῷ Ἰησοῦ μόνῳ λέγοντι ἐγώ εἰμι ἡ ἀλήθεια. τὸ δὲ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, ἀσυνάρτητον ὄν, ὅρα εἰ δυνάμεθα οὕτως ἀποκαταστῆσαι· ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· ἵνα ὁ νοῦς ᾖ, ὅτι ὥς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, οὕτως ἔσται καὶ ἐν ὑμῖν μαθοῦσι τὸν Χριστὸν καὶ αὐτὸν ἀκούσασι καὶ ἐν αὐτῷ διδαχθεῖσιν, ἀποθεμένοις τε κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. παλαιὸν δὲ ἄνθρωπον ὃν δεῖ ἤδη ἀποθέσθαι τὸν πεπαλαιωμένον ὑπὸ τῆς ἁμαρτίας λέγεσθαι νομιστέον· οὗτος γὰρ κατὰ τὴν προτέραν ἀναστροφὴν καὶ τὰς ἐπιθυμίας τῆς ἀπάτης, διὰ τοῦ ἁμαρτάνειν καὶ μηδέποτε ἀφθαρσίας τι ποιεῖν ἀλλ' ὅλα τὰ τῆς φθορᾶς ἐργάζεσθαι, ἀεὶ φθείρεται. αἱ μὲν οὖν ἐπιθυμίαι τῆς ἀπάτης καὶ ἡ προτέρα ἀναστροφὴ ἐνεργοῦσι τὸ φθείρεσθαι αὐτόν, καὶ οὐδέπω πάντῃ ἔφθαρται ὅσον ταῦτα ποιεῖ, ἀλλὰ φθείρεται· ὁ δὲ λόγος τοῦ Θεοῦ οὐ φθείρει ἀλλὰ ἀποκτένει τὸν παλαιὸν ἄνθρωπον ἐπὶ τῷ ζωοποιῆσαι, ἐγὼ γάρ, φησίν, ἀποκτένω καὶ ζῇν ποιήσω, καὶ ὅταν ἀπέκτενεν αὐτοὺς τότε ἐξεζήτουν αὐτόν. ἔτι ζητήσεις πῶς ὁ κατὰ τὴν κακίαν πεπαλαιωμένος παλαιὸς ἄνθρωπος λέγεται. καὶ μήποτε ὥσπερ ἀνακαινοῖ καὶ ἀνακτίζει ἡ ἀρετή, οὕτως ἡ ἐναντία αὐτῇ κακία παλαιοῖ, ὡς καὶ τῆς παλαιότητος σημεῖα γίνεσθαι περὶ τὴν ψυχὴν οἱονεὶ τὰς ῥυτίδας, ὥσπερ γίνεται ἐπὶ τῶν γηρασκόντων σωμάτων. διὰ τοῦτο ἔνδοξον αὐτῷ παρίστησι τὴν ἐκκλησίαν Χριστός, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων· ὅσον μὲν γὰρ ἔχει σημεῖα τῆς παλαιότητος, ἔχει καὶ τὴν ῥυτίδα· ὅταν δὲ ἀπόθηται τὸν παλαιὸν ἄνθρωπον, ἅπαντα ἀκμάζει καὶ πᾶσα ῥυτὶς ἐξαφανίζεται. ἀπάτης δέ ἐστιν ἐπιθυμία ἡ μοχθηρὰ ἐπιθυμία καὶ ἡ φαύλη. [iv 23] ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. εἰ χρὴ ἀνανεοῦσθαι κατὰ τὴν λέξιν ταύτην οὔτε ἁπλῶς ἐν τῷ πνεύματι οὔτε ἐν τῷ νοΐ, ἀλλ' ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, ζητητέον ἰδίᾳ τίς ὁ νοῦς ἡμῶν καὶ τί τὸ πνεῦμα αὐτοῦ. πρόσχες δὲ καὶ τῷ ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ, προσεύξομαι τῷ πνεύματι προσεύξομαι καὶ τῷ νοΐ. ἐπιστήσεις οὖν εἰ, ὥσπερ ἔστι πολλὰ πνεύματα καὶ ἕκαστόν τινι ᾠκείωται, οὕτως ἔστιν τι πνεῦμα ᾠκειωμένον ἡμῶν τῷ νοΐ, ὅπερ τοῦ νοὸς ἡμῶν ἀποκαθαιρομένου καὶ πᾶσαν ἀποβαλόντος ἀχλὺν ᾠκειωμένον αὐτῷ ἀνανεοῖ ἡμᾶς. [iv 24a. καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα.] εἰ θέλομεν ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, νοήσωμεν τὸ μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ καὶ τὸ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ ἁπαξαπλῶς μορφωθέντα τὸν Χριστὸν ἐν ἡμῖν ὅλον καὶ κατὰ πᾶσαν πρᾶξιν δείξομεν. [iv 25a] διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ. οἱ μὲν ἁπλούστεροι πλέον τοῦ ἠθικοῦ οὐδὲν οἰήσονται λέγεσθαι ἐκ τοῦ λεγομένου· ἡμεῖς δέ, ἐναντίον εἶναι πειθόμενοι τῇ ἀληθείᾳ τὸ ψεῦδος, τὸ ἐναντίον τῇ καθηκόντως λαλουμένῃ ἀληθείᾳ πρὸς μόνον τὸν πλησίον ζητοῦμεν ψεῦδος ἀποθέσθαι ὅπερ ἐστὶν ἡ ψευδοδοξία (ἔργον δὲ οὐ τὸ τυχόν ἐστι πρὸς τ<ῷ> ἀποθέσθαι ἐκεῖνο τὸ ψεῦδος καὶ τὸ οὕτως ψεῦδος ἀποθέσθαι, καὶ γὰρ δόκιμον δεῖ εἶναι τραπεζίτην καὶ πάντα δοκιμάζειν ἱκανόν, ἵνα μόνον κατέχωμεν τὸ καλὸν ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπεχώμεθα)· ἐναντίον δὲ τῷ κατὰ τὰς ψευδοδοξίας ψεύδει ἐστὶν ἡ σωτήριος ἀλήθεια. τὸ δὲ λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ εἴληπται ἀπὸ τοῦ Ζαχαρίου. [iv 26a] ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. ὅτι ἀπὸ τοῦ τετάρτου ψαλμοῦ τοῦτο εἴληπται δῆλόν ἐστιν. δύο δὲ σημαίνεται ἐκ τῆς ὀργίζεσθαι φωνῆς· ἢ τὸ ἀπροαίρετον, ὅπερ τινὲς ἐκάλεσαν προ<ς>πάθειαν, ἥτις συμβήσεται καὶ τοῖς τελείοις ἀπροαίρετόν τι πάσχουσι κατὰ τὰ τοιάδε εἰς ὀργὴν προκαλούμενα συμπτώματα· ἕτερον δέ, ὅταν ἤδη ἡ συγκατάθεσις παραδέχηται τὸ καθήκειν τιμωρεῖσθαι τὸν ἠδικη<κ>έν<αι> νομιζόμενον, ὅπερ ὡς ἐφ' ἡμῖν τυγχάνον κελεύει ἀποθέσθαι ὁ ἀπόστολος ἡμᾶς. τὸ πρότερον οὖν τῶν σημαινομένων δηλοῦται ἐν τῷ ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ἀντὶ τοῦ ‘εἰ καὶ παρεδέξασθέ ποτε τὴν ὀργήν, ἀλλὰ ἄπρακτον καταλείψατε.’ [iv 26b] ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. ἐὰν τὸν αἰσθητὸν ἥλιον ἀκούσωμεν λέγεσθαι, ἁμαρτησόμεθα ὅτε ὀργιζόμεθα καὶ τηροῦμεν τὴν ὀργὴν τοῦ ἡλίου δύνοντος, ὅπερ ἄτοπον εἶναι νομίζω. μήποτ' οὖν ὁ ἀληθινὸς ἥλιος, ὥσπερ δύσεται ἐπὶ τοὺς πονηροὺς προφήτας κατὰ τὸ εἰρημένον δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας ὑμῶν μεσημβρίας, οὕτως καὶ δύει ἐπὶ πάντας τοὺς ἁμαρτάνοντας, οὐ χαριζόμενος αὐτοῖς ἔτι ἁμαρτάνουσι τὴν ἰδίαν ἀνατολήν. ἐντέλλεται οὖν ἡμῖν ὁ Παῦλος μὴ ποιῆσαι τοιαῦτα κατὰ τὴν ὀργὴν ὡς ἐπιδῦναι ἡμῖν τὸν ἥλιον καὶ γενέσθαι ἐν ταῖς ψυχαῖς ἡμῶν νύκτα.