Ancient Greek
Section 20
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 20
Not analysed yet
Eph. iv 27 [μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.] [Ὠριγένης δέ φησιν] ὅμοιον τοῦτό ἐστι τῷ ἐν τῷ Ἐκκλησιαστῇ εἰρημένῳ, ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπί σε τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. τόπον δὲ δίδομεν τῷ διαβόλῳ ἢ τῷ ἐξουσιάζοντι πνεύματι ἀναβάντι ἐφ' ἡμᾶς, ὅτε οὐ πεπλήρωται ἡμῶν τὸ ἡγεμονικὸν ἁγίων μαθημάτων ἢ τῆς σωτηρίου πίστεως καὶ λογισμῶν διαφερόντων καὶ συμβουλευόντων ἡμῖν τὰ ἄριστα· κατὰ γὰρ τὸν πατέρα Ἰωάννου Ζαχαρίαν ἐπὶ τὰ κλίματα τῆς ψυχῆς ἐπισκηνοῖ ὁ Σατανᾶς, καὶ αἱ τοιαίδε συγκαταθέσεις τοῖς χείροσι <κ>αὶ ῥοπαὶ ἐπὶ τὰς συγκαταθέσεις προκαλοῦνται τὸν διάβολον εἰσελθεῖν ἡμῶν εἰς τὰς ψυχάς. καὶ ἐπὶ τοῦ Ἰούδα γοῦν γέγραπται τοῦ προδότου, πρότερον μὲν τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδα<ς> Σίμωνος Ἰσκαριώτης, μετὰ δὲ ταῦτα ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς· ὡς εἰ, βεβληκότος τοῦ διαβόλου εἰς τὴν καρδίαν Ἰούδα ἵνα παραδῷ τὸν Κύριον, πρὸς τὸ βληθὲν στὰς ὁ Ἰούδας ἦν, οὐκ ἂν ὕστερον εὑρήκει τόπον εἰς αὐτὸν εἰσελθεῖν ὁ Σατανᾶς. [iv 28] ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ καὶ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ κλέπτειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγματεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν, ὡς ἔτι κλεπτόντων (καὶ ταῦτα ἐν Ἐφέσῳ) τινῶν, οἱονεὶ ἐλέγξαι ὡς εἰδὼς τοὺς τοιούτους· τὸν δὲ δίκαιον πορισμὸν δηλοῖ αὐτ<ὸ> τὸ ἐργαζόμενος τὸ ἀγαθόν, τῶν μὲν ἀδίκως ποριζόντων οὐ τὸ ἀγαθὸν ἀλλὰ τὸ πονηρὸν ἐργαζομένων, τῶν δὲ μετ' εὐλαβείας περιποιούντων αὐτοῖς τὰ ἀναγκαῖα καὶ ἐν τούτῳ τὸ ἀγαθὸν ἐργαζομένων.