Ancient Greek · ~14 min
Section 22
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 22.1
Not analysed yet
Eph. iv 31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. [Ὠριγένης φησίν] γενικὸν μέν τινες πάθος ᾠήθησαν εἶναι τὴν ὀργήν, καὶ αὐτὴν τάξαντες ὑπὸ γένος τὴν ἐπιθυμίαν· καὶ ὅρον γε ἀποδεδώκασι τῆς ὀργῆς τοιοῦτον ‘ὀργή ἐστιν ἐπιθυμία <τιμω>ρίας τοῦ δοκοῦντ<ο>ς οὐ προσηκόντως ἠδικηκέναι.’ εἴδη δὲ πολλὰ τῆς ὀργῆς ἀναγράψαντες, συγκατατάττουσιν αὐτοῖς τὴν πικρίαν μὲν εἶναι ὀργὴν δυσπαράδεκτον ἢ παραχρῆμα ἐκρηγνυμένην (εἰλῆφθαι δέ φασι τὸ δυσπαράδεκτον κατὰ τὸ μὴ ῥᾴδιον αὐτὴν εἶναι τοῖς ἐκτὸς προσδέχεσθαι), θυμὸν δὲ ὀργὴν ἐναρχομένην. ἔοικε δὲ ἡ γραφὴ σφόδρα πολλαχοῦ διαφορὰν εἰδέναι θυμοῦ καὶ ὀργῆς, ὥσπερ καὶ ἐν τῷ Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. οὐχ ὁμοίως δὲ ὁριούμεθα τὸν ἐλέγχοντα θυμὸν Θεοῦ καὶ τὸν θυμὸν <ὃν> δ<ε>ῖ ἀρθῆναι ἀφ' <ἡ>μῶν, οὐδὲ τὴν παιδεύουσαν ὀργὴν Κυρίου καὶ τὴν ἡμετέραν. <τὰ μὲν γὰρ περὶ Θεοῦ> τροπικώτερον εἴρηται, τὰ δὲ περὶ ἡμῶν ὀνομαζόμενα ὁμολογουμένως πάθη ἐστὶ καὶ ἁμαρτήματα. κεῖται δὲ τὸ ὄνομα τῆς πικρίας καὶ ἐν τῷ Ἱερεμίᾳ· καὶ ἡ πικρία γάρ σου, φησίν, ἀνέβη πρὸς μέ. οἶμαι οὖν πικρίαν μὲν νῦν λέγεσθαι παρὰ τῷ ἀποστόλῳ καθὸ λέγομεν τινὰς πικροὺς ἐναντίους τοῖς γλυκέσι, καὶ ἡ συνήθεια γὰρ γλυκεῖς ἀνθρώπους οἶδε καὶ πικρούς· θυμὸν δὲ τὴν ἐναρχομένην ἐπί τινι γενέσθαι ὀργὴν ἐν τῇ ψυχῇ· ὀργὴν δὲ τάχα οὐ τὸ γένος τούτων καὶ ἑτέρων παραπλησίων, ἀλλὰ τὴν ἤδη ἑτοίμην καὶ ἐνεργητικὴν πρὸς τὴν ‘τιμωρίαν τοῦ ἠδικηκέναι νομιζομένου.’ καὶ ὡς ἐπίπαν παρακολουθεῖ τοῖς πάθεσι τούτοις καὶ ἡ κραυγή, κεκραγότων τῶν πικραινομένων καὶ θυμουμένων καὶ ὀργιζομένων, καὶ θορυβωδέστερον λαλούντων καὶ προφερομένων λόγους καὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς. διὸ πρὸς τοῖς προτέροις κ<αὶ> κραυγὴν ἀσκητέον ἀρθῆναι ἀφ' ἡμῶν. οἶμαι δὲ ἐνθάδε βλασφημίαν ἣν κελεύει ἀρθῆναι ἀφ' ἡμῶν ἣν προφέρονται ἀπὸ παθῶν ὀργιζόμενοι πολλάκις οἱ καὶ κατὰ τοῦ θείου τολμῶντες ἐν τῷ καιρῷ τῆς ὀργῆς λαλεῖν, ὅταν πᾶσα ἡ κατηγορία περὶ οὑτινοσοῦν λαμβάνηται αὖθις ἐν τῇ βλασφημίᾳ· βλασφημεῖν γὰρ λέγονται οἱ κακῶς λέγοντες ἐκείνους οὓς λέγουσι κακῶς. <διὸ> ἀκολούθως τοῖς περὶ πικρίας καὶ θυμοῦ καὶ ὀργῆς καὶ κραυγῆς λέγεται δεῖν ἀποτίθεσθαι καὶ τὴν βλασφημίαν. εἰ μέντοιγε καὶ τὴν βλασφημίαν τάσσοιμεν ἐπὶ πάσης φωνῆς τῆς κακῶς τὸ θεῖον λεγούσης, οὐ μόνον ἐκ λύπης καὶ ὀργῆς κατὰ τοὺς καιροὺς τῆς δυσαρεστήσεως δυσφημούντων τῶν ἀνθρώπων ἀλλὰ πολλάκις καὶ κατὰ ἄγνοιαν τοῦ περὶ ἀληθείας λόγου, ὡς δῆλον ἐκ τῶν παρὰ τοῖς ἑτεροδόξοις δογμάτων, βλασφημεῖ δ<ὴ> καὶ ὁ τὸν ἀληθῆ λόγον ψευδῆ ἀποφαινόμενος εἶναι ἢ τὸν ψευδῆ ἀληθῆ, καὶ μάλιστα περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ πραγμάτων. τίς οὖν οὕτως δόκιμος τραπεζίτης ὡς εἰδέναι πάντα δοκιμάζειν καὶ τὸ μὲν καλὸν κατέχειν ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι; ἐπεὶ δέ τινες οἴονται εὐλόγως ποτὲ γίνεσθαι ὀργήν, μὴ καλῶς προστιθέντες τῷ εὐαγγελίῳ τὸ ‘εἰκῇ’ κατὰ τὸ ῥητόν ὃς ἂν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει—ἀνέγνωσαν γάρ τινες ὃς ἐὰν ὀργισθῇ τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ— δυσωπήσωμεν αὐτοὺς ἐκ τοῦ προκειμένου ῥητοῦ λέγοντ<ο>ς πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν. σαφῶς γὰρ ἐνθάδε ἡ πᾶσα φωνὴ κατὰ κοινοῦ ἐπὶ πάντων εἴρηται, ὡς μηδεμιᾶς πικρίας συγχωρουμένης μηδὲ θυμοῦ τινος ἐπιτρεπομένου μηδὲ ὀργῆς τινος εὐλόγως συνερχομένης. καὶ ἐν τριακοστῷ ἕκτῳ ψαλμῷ, ὡς πάσης ὀργῆς ἁμαρτίας οὔσης (ὁμοίως δὲ καὶ θυμοῦ), λέγεται παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν. οὐκοῦν οὐκ ἔστιν ποτὲ εὐλόγως ὀργισθῆναί τινι. καὶ οὐ μόνον γε πᾶσαν <πι>κ<ρ>ίαν καὶ πάντα θυμὸν καὶ πᾶσαν ὀργὴν καὶ πᾶσαν βλασφημίαν φιλοπονητέον ἀρθῆναι ἀφ' ἡμῶν, ἀλλὰ ταῦτα σὺν πάσῃ κακίᾳ· κακίαν δὲ ἐκλαμβάνομεν ἤτοι τὴν ἐναντίαν ἕξιν τῇ ἀρετῇ ἢ τὴν πονηρίαν.