Ancient Greek
Section 21
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 21
Not analysed yet
Eph. iv 29 [πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.] [Ὠριγένης φησίν] ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας διδοὺς χάριν τοῖς ἀκούουσιν ὁ διδασκαλικὸς καὶ ἐπ' ἀρετὴν μὲν προτρεπτικὸς κακίας δὲ ἀποστερητικός· σαπρὸς δέ, ὁ συναύξων τὴν κακίαν καὶ ἐρεθίζων ἐπὶ τὰ χείρονα. [iv 30] καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. εἴπερ ἡ λύπη πάθος ἐστί, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς ὅτι ἐστὶ ‘δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ' ᾧ καθήκει συστέλλεσθαι,’ οὔτε δὲ δοξάζει τὸ ἅγιον πνεῦμα οὔτε (ἵνα δοθῇ δοξάζειν) δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὐ λυπήσεται τὸ ἅγιον πνεῦμα. μήποτ' οὖν, τὸ ὅσον ἐφ' ἡμῖν, τάδε πράττοντες λυποῦμεν τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ; καὶ ὁ Κύριος δέ φησιν ἐν τῷ Ἰεζεκιήλ καὶ ἐν πᾶσι τούτοις ἐλύπ<ει>ς ἐμέ. τὰ δὲ πολλάκις ἡμῖν εἰρημένα περὶ ὀργῆς καὶ θυμοῦ ὕπνου τε καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ἐσφραγίσθημεν δὲ τῷ ἁγίῳ πνεύματι, ἵνα τὸν τύπον τοῦ ἁγίου πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ ἁγίου πνεύματος ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου καθ' ἕκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται, οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή. τῷ πνεύματι μὲν οὖν τῷ ἁγίῳ ὁ σφραγιζόμενος σφραγίζεται, ὁ δὲ Θεός ἐστιν ὁ σφραγίζων. σφραγίζεται δὲ ὑπὸ τοῦ πατρὸς τῷ ἁγίῳ πνεύματι πᾶς ὁ ἐκ τοῦ πιστεύειν τῷ Θεῷ σφραγίσας ὅτι ἀληθής ἐστιν ὁ Θεός· καὶ σφραγίζεται ἵνα τηρήσας τὴν σφραγῖδα καὶ δείξας αὐτὴν ἐν ἡμέρᾳ ἀπολυτρώσεως ἄθραυστον τοῖς ἀπολυτρουμένοις συναριθμηθῇ.