Ancient Greek
Section 23
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 23
Not analysed yet
Eph. iv 32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν. [Ὠριγένης φησί] ἡμεῖς μὲν τὸ ἐναντίον τῷ πικρῷ γλυκὺ ὠνομάσαμεν· ἔοικεν δὲ ὁ Παῦλος τὴν ἐναντίαν τάξιν τῇ πικρίᾳ χρηστότητα νῦν λέγειν, μεταφορικῶς ἀπὸ τῶν βρωμάτων· οὕτως οὖν δυνάμεθα νοεῖν τὸ γίνεσθε εἰς ἀλλήλους χρηστοὶ ἀντὶ τοῦ ‘εὐπρόσιτοί τινες καὶ κατὰ τὸ ἦθος γλυκεῖς τε καὶ προσηνεῖς.’ τοῦτο δὲ γίνεται, εἰ τὸ ὠμὸν καὶ ἀνηλεὲς καὶ ἀσυμπαθὲς πρὸς τὸν πλησίον ἀποθέμενοι εὔσπλαγχνοι πρὸς πάντας γινόμεθα, διὰ τούτων οὐ μόνον τοῖς πέλας ἀλλὰ καὶ ἑαυτοῖς τὰ μέγιστα χαριζόμενοι· <‘χαριζόμενοι> ἑαυτοῖς’ ἑτέρου ὄντος παρὰ τὸ ‘χαριζόμενοι ἀλλήλοις,’ ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ συσσώμους ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι. ταῦτα δὲ ἑαυτοῖς χαριζόμεθα ὅσα καὶ ὁ Θεὸς ἡμῖν ἐν Χριστῷ ἐχαρίσατο, οἱονεὶ παραδεχόμενοι αὐτὰ καὶ τηροῦντες καὶ μιμούμενοι τὸν χαρισάμενον καὶ τὸν τρόπον τοῦ χαρίζεσθαι αὐτόν. ἄλλος δέ τις μηδὲν ἡγούμενος διαφέρειν τὸ χαριζόμενοι ἑαυτοῖς τοῦ ‘χαριζόμενοι ἀλλήλοις,’ ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τ<ῷ> χαριζόμενοι ἀλλήλοις μάλιστα διὰ τὸ καθὼς ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν, καὶ ἐνέγ<ξ>ει ταῦτα ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων δεῖν ἡμᾶς ἀφιέναι τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν, ὡς καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὢν ὁ πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα; ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά, εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν ἣν ἐχαρίσατο ἡμῖν καὶ ἀλήθεια καὶ δικαιοσύνη.