Ancient Greek
Section 27
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 27
Not analysed yet
Eph. v 15—17 βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. [Ὠριγένης φησίν] ὁ δοκιμάζων καθ' ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς πῶς περιπατήσει, ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει πάντως ἐστὶ σοφός. καὶ ἐπεὶ πρόθεσίν τινες ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί· σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ ἠθικά. ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. οἱονεὶ ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι, ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας. ὅτε οὖν εἴς τι δέον τὸν καιρὸν καταναλίσκομεν, ὠνησάμεθα αὐτὸν καὶ ἀντηγοράσαμεν ἑαυτοῖς ὡσπερεὶ πεπραμένον τῇ τῶν ἀνθρώπων κακίᾳ· οὐδεὶς δὲ βιωτικώτερον ζῶν καὶ ἐν φροντίσιν ἢ μερίμναις τυγχάνων ἐώνηται ἑαυτῷ τὸν καιρόν, ἀλλ' ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν. ἐξαγοραζόμενοι δὲ τὸν καιρὸν ὄντα ἐν ἡμέραις πονηραῖς οἱονεὶ μεταποιοῦμεν τὰς πονηρὰς ἡμέρας εἰς ἀγαθάς, καὶ ὡσπερεὶ ἑαυτοῖς ποιοῦμεν αὐτὰς εἶναι οὐ τοῦ ἐνεστῶτος αἰῶνος ἡμέρας πονηρὰς ἀλλὰ τοῦ μέλλοντος αἰῶνος ἡμέρας ἀγαθάς. ⟦[v. 17] διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. διὰ ποῖον τοῦτο, ἢ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, μὴ γίνεσθε ἄφρονες; εἰ γὰρ ἔσεσθε ἄφρονες, ἀκριβῶς οὐ περιπατήσετε οὐδὲ ὡς σοφοί. προστάσσει δὲ αὐτοῖς τὸ τοῦ Κυρίου ἐξετάζειν θέλημα καὶ συνιέναι αὐτό, ἵν' ὅπου τι περὶ τοῦ πράττειν καταλάβοιεν, αὐτὸ πράττωσιν ὡς θέλημα Κυρίου, ὅπου δὲ πάσχ<ω>σι φέρ<ω>σιν αὐτὸ ὡς θελήματι γινόμενον Κυρίου. ⟧