Ancient Greek
Section 28
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 28
Not analysed yet
Eph. v 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι. [Ὠριγένης φησί] δύναται μὲν καὶ ἁπλούστερον ταῦτα νοεῖσθαι, ἀσωτίας οὔσης ἐν τῇ χρήσει τοῦ μεθύειν ποιοῦντος οἴνου. δύναται δὲ καὶ οἶνος ἐν ᾧ ἐστὶν ἀσωτία νοεῖσθαι περὶ οὗ ἐν ᾠδῇ μεγάλῃ λέγεται θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος, ὅντινα πάντες οἱ ἐξιστάμενοι καὶ μεθύοντες τὸν λογισμὸν πίνουσι πολλὴν ἔχοντα τὴν ἀσωτίαν. πρὸς ἀντιδιαστολὴν δὲ ἐκείνου τοῦ οἴνου τοῦ μεθύσκοντος ἐν ᾧ ἐστὶν ἀσωτία ἐναντίος νοεῖται ὁ πεπληρωμένος πνεύματι καὶ πᾶν ὃ χωρεῖ τοῦ θειοτέρου λαμβάνων. πολλάκις δὲ τετηρήκαμεν τ<ὸ> ὄνομα τοῦ ‘πνεύματος’ χωρὶς προσθήκης γεγραμμένον ὅτι ἐπὶ κρείττονος εἴρηται, ὅπερ καὶ ἐνθάδε σημαίνεται.