Ancient Greek · ~15 min
Section 29
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 29.1
Not analysed yet
Eph. v 19 [λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.] [Ὠριγένης δέ φησιν] οἱ μὲν ὕμνοι δύναμιν καὶ θειότητα καταγγέλλουσι τοῦ Θεοῦ, καὶ εἴη ἂν ὁ ἐπιστήμων τοῦ θεολογεῖν ἐν ὕμνοις πνευματικοῖς· τάχα δὲ ὁ περὶ τῶν πρακτέων διαλαμβάνων καὶ τῶν οἷς δεῖ ἐνεργεῖν διὰ τοῦ ὡς ψαλτηρίου ὀργάνου σωματικοῦ ἡμῶν, οὗτος ἐν ψαλμοῖς ἐστι πνευματικοῖς· ὁ δὲ ἄλλως φυσιολογῶν περὶ τῆς τοῦ κόσμου τάξεως καὶ τῶν λοιπῶν δημιουργημάτων, οὗτος ἐν ᾠδαῖς πνευματικαῖς. καὶ χρή γε ᾄδειν κατὰ τὴν φυσιολογίαν καὶ ψάλλειν κατὰ τὴν περὶ τῶν ἠθῶν διέξοδον τῷ Κυρίῳ διακείμενον γνησίως πρὸς τὰ λεγόμενα· τοῦτο γάρ ἐστι τὸ ψάλλειν καὶ ᾄδειν τῇ καρδίᾳ τῷ Κυρίῳ. [v 20] εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί. καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ φησί πάντοτε χαίρετε ἀδιαλείπτως προσεύχεσθε ἐν παντὶ εὐχαριστεῖτε. ταύτην δὴ τηρήσει τὴν ἐντολὴν ὁ διειληφὼς περὶ τῆς προνοίας φθανούσης καὶ ἐπὶ τὰ βʹ ἀσσαρίων πωλούμενα πέντε στρουθία ὧν ἓν οὐ πίπτει εἰς παγίδα χωρὶς τοῦ ἐν οὐρανοῖς πατρός. τὸ δὲ ἐν παντὶ εὐχαριστεῖν καὶ ὑπὲρ πάντων εὐχαριστεῖν ἐστιν· οὐκοῦν καὶ ἐπὶ ταῖς περιστάσεσιν εὐχαριστητέον, ἐπείπερ καὶ αὗται τῶν ἐφ' οἷς δεῖ εὐχαριστεῖν εἰσιν· καὶ ὥσπερ δεῖ εὐχαριστεῖν τὸν ἐν τῷ κόσμῳ ἐν τῷ μεταλαμβάνειν τοῦ κόσμου καὶ καταθεᾶσθαι τὸ κάλλος αὐτοῦ καὶ θεωρεῖν ὅσα καὶ οἷα γέγονε διὰ τὸ λογικόν, οὕτως καὶ ἐπὶ τοῖς ἐν μέρει εὐχαριστητέον. τὸν δὲ εὐχαριστοῦντα τῷ Θεῷ καὶ πατρὶ ἐν τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων εὐχαριστεῖν χρή, ὥστε ἡμᾶς ποιῆσαι τὸ ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εὐχαριστεῖν τῷ Θεῷ καὶ πατρί. [v 21] ὑποτασσόμενοι, φησίν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. πάνυ τοῦτο καθαιρετικόν ἐστι τοῦ φίλαρχον εἶναι καὶ φιλόπρωτον. πᾶσι γὰρ αὕτη δέδοται ἐντολή, ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα πάντας κερδήσω. ἀλλὰ καὶ ἡ λέγουσα ἐντολὴ δουλεύετε ἀλλήλο<ι>ς προστάσσει τοῦτο. διόπερ διὰ τῆς ἀγάπης ἐδούλευσαν ταῖς ἐκκλησίαις οἱ ἀπόστολοι, λειτουργοῦντες καὶ ὑπηρετοῦντες τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. καὶ αὐτὸς δὲ ὁ σωτὴρ τὴν δούλου μορφὴν ἀνείληφεν οὐ τοσοῦτον δι' ἄλλο τι ὅσον διὰ τὸ δεδουλευκέναι τοῖς μαθηταῖς, ὥστε καὶ βαλόντα ποτὲ αὐτὸν ὕδωρ εἰς τὸν νιπτῆρα πλύνειν τοὺς πόδας τῶν μαθητῶν. ἀλλὰ καὶ τὸ ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας ἔσται πάντων δοῦλος ὁ νοήσας ὑποτάσσεται κατὰ τὸ δουλεύειν οἷς δεῖ. ἔξεστι μέντοιγε τὸν δουλεύοντα, ποιοῦντα ἐν τῷ δουλεύειν τὰ πρόσφορα τοῖς δουλευομένοις, δοκεῖν μὴ ὑποτάσσεσθαι, ὅτε παρὰ τὸ μὴ ἐπίστασθαι τὰ συμφέροντα οἱ δουλευόμενοι ἐπιτάσσουσι τοῖς δουλεύειν ἐθέλουσι ποιεῖν τὰ μὴ κατάλληλα αὐτοῖς. πλὴν καὶ τότε ὁ πρὸς τὸ συμφέρον ποιῶν καὶ δουλεύει καὶ ὑποτάσσεται τῇ χρείᾳ τοῦ ᾧ δουλεύει, διὰ τὸν κατὰ τὸν λόγον τοῦ Θεοῦ ἀπαθῆ καὶ μακαριοποιὸν φόβον. τοῦτο γὰρ νομίζω δηλοῦσθαι ἐκ τοῦ ἐν φόβῳ Χριστοῦ. [v 22, 23] αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας. πᾶσαν συζυγίαν ἀνδρὸς καὶ γυναικὸς ὁ λόγος οὗτος σύμβολον εἶναι θέλει Χριστοῦ καὶ ἐκκλησίας· τοῦ μὲν ἀνδρός, εἰ τὰ τοῦ γάμου κατὰ λόγον οἰκονομεῖ, μιμουμένο<υ> Χριστὸν τὸν τῆς ἐκκλησίας νυμφίον, τῆς δὲ γυναικός, ἐὰν δεόντως ἀνδρὶ συνοικῇ, ζηλούσης τὴν (ἵν' οὕτως εἴπω) συμβίωσιν πρὸς τὸν Χριστὸν τῆς ἐκκλησίας. οὕτω γὰρ ὁ ἀνὴρ ἔσται κεφαλὴ τῆς γυναικὸς ὁμοίως τῷ καὶ τὸν Χριστὸν τῆς ἐκκλησίας. εἰ μέντοιγε μὴ οὕτως συναρμοσθεῖεν ἀλλήλοις ἀνὴρ καὶ γυνή, οὐκ ἂν λεχθείη ἐπὶ τούτων ὅτι ὅδε τις κεφαλή ἐστι τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς τῆς ἐκκλησίας. φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ εἶναι πρὸς τὴν γυναῖκα ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν, καὶ ἑκάστη πρὸς τὸν ἄνδρα ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν· καὶ πάντα δὲ τὰ Χριστοῦ νοείτω καὶ ποιείτω ἀνήρ, καὶ τὰ τῆς ἐκκλησίας ἡ γυνή.