Ancient Greek · ~3 min
Section 1
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 1
Not analysed yet
I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν καὶ ἡμῶν.] [Ὠριγένους] Εἰ πάντες ἦσαν ἐκκλησία, τίς ἔτι χρεία προ<ς>κεῖσθαι σὺν πᾶσι τοῖς ἐπικαλουμένοις; εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἐπικαλουμένοις γεγράφθαι μόνον ἀλλὰ πέρ<α> αὐτῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ; παρεστήσαμεν ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν ἐκκλησίαν ὀφείλοντας, τοὺς δὲ ψεκτοὺς οὐκ ἀποστάτας μὲν ἔτι παλαίοντας τῇ ἁμαρτίᾳ ἀλλ' <ἔτι> ἐπικαλουμένους, οὐ μὴν ἤδη καὶ ἐκκλησία<ν>. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον.