Ancient Greek · ~19 min
Section 2
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 2.1
Not analysed yet
i 4—10 [Εὐχαριστῶ τῷ θεῷ πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ]. πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.] [Ὠριγένους] Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει οὔτε ἐκεῖνα δικαίοις, φημὶ δὴ τὸ Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα πάντες τὰ αὐτὰ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ ἐκκλησία ἀναμεμιγμένη, εἴ γε χρὴ ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαί<ως> πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς συνερχομένων ἐπὶ τὸ αὐτό. Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε· ἄξιον εὐχαριστεῖν ἐφ' οἷς λέγει ἐπαινετοῖς, καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν ποτὲ δὲ μή, ἀλλὰ πάντοτε εὐχαριστεῖν. ἐάν τινα ἴδω ποτὲ μὲν εὖ πράττοντα ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ' ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ. ἐν τίνι δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ ὅτ' ἂν ὑγιαίνωσιν, ὅτ' ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον ὅτ' ἂν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντας τῶι πνεύματι, πλουτοῦντας λόγῳ σοφία<ς>, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ αὐτῶν. Ἴδωμεν οὖν τὴν Χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ ἵνα ζηλώσωμεν. Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες καὶ μηδενὸς τῶν κατὰ θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν καὶ τῶν παρ' αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρίσκειν, καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν παντὶ λόγῳ κεχρῆσθαι τῷ τε διεξοδικῷ καλουμένῳ καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν, καὶ παρεσκευάσθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως, καὶ τῷ τῆς ἀληθείας συνίστασθαι δόγματι, καὶ ἀναπληρῶσαι τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως. οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφάς, ἀλλ' ἵνα καὶ εἴπῃ· Αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει, ὁ δὲ λόγος καὶ τὸ ἐγνωσμένον ἑρμηνεύει. καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν· ὁ Χριστός, ἵν' οὕτως ὀνομάσω, ἀρχίμαρτύς ἐστι, καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐκ ἔστι βέβαιον ἀλλὰ σείεται. εἰ μὲν γὰρ ἡ πίστις τοιαύτη ἐστὶν ἡ περὶ τοῦ μαρτυρίου ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν Πέπεισμαι δὲ ὅτι οὔτε θάνατος οὔτε ζωὴ καὶ τὰ ἑξῆς δυνήσεται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίωι ἡμῶν, βέβαιόν ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοί ἐσμεν ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ἡμῖν. καὶ πάλιν ἄλλως ἐκληψόμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρτυροῦσα περὶ Χριστοῦ μαρτύριόν ἐστι Χριστοῦ· καλὸν οὖν ἐστὶ βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ. καὶ ἄλλως· ἴδε τὸ μαρτύριον Χριστοῦ, συνεπιμαρτυροῦντος αὐτῷ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν· καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις. ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι· ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται καὶ ἐν τοῖς ἑξῆς τῆς ἐπιστολῆς. ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ ἔχει τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, ἀπεκδέχεται τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι ἣν Χριστὸς Ἰησοῦς ἀποκαλύπτει. Ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους· τίς βεβαιοῖ; Χριστὸς Ἰησοῦς, ὁ λόγος, ἡ σοφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ' ἕως τέλους. ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἕως ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον· οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα, κἂν ἔχειν τις δοκῇ ἐπὶ τοῦ παρόντος τὸ ἀνέγκλητον, ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.