Ancient Greek · ~15 min
Section 11
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 11.1
Not analysed yet
ii 12—15 [Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.] [Ὠριγένους] Κατανοήσωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἐὰν γὰρ μὴ γένηται τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ διδάσκον ἡμᾶς ἐν ἡμῖν, οὐ δυνάμεθα λέγειν ὅτι οἴδαμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, καὶ γὰρ οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἃ καὶ λαλοῦμεν φησὶν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος καὶ τὰ ἑξῆς. αἱ σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει· καὶ οὐκ ἂν λέγοις ὅτι ὁ διδάσκαλος ὑπὸ τοῦ πνεύματος περὶ ὧν λέγει διδαχθεὶς ἐδίδαξεν. τὸ γὰρ πνεῦμα ἐν αὐτῷ τυγχάνον ζητοῦντι καὶ ἐρευνῶντι τὴν ἀλήθειαν ἐλλάμπει, καὶ οὕτως ἀεὶ τῇ ἀνακαινώσει τοῦ νοὸς εὑρίσκει ἃ μὴ μεμάθηκεν παρὰ τῶν ἀνθρώπων. Διὰ τοῦτο ὁ Σωτὴρ φησὶ Μὴ ζητήσῃς διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ἢ εἷς ἐστὶν ὑμῶν ὁ καθηγητὴς ὁ Χριστός. ὀλίγα τινὰ ὑποβάλλει ἄνθρωπος, φέρε εἰπεῖν Παῦλος διδάσκων Τιμόθεον, καὶ λαβὼν ἀφορμὰς ὁ Τιμόθεος ἔρχεται καὶ αὐτὸς ἐπὶ τὴν πηγὴν ὅπου ἐλήλυθεν ὁ Παῦλος καὶ ἀρύεται καὶ γίνεται Τιμόθεος ἴσος Παύλου. Πῶς δὲ διδάσκεταί τις ἀπὸ τοῦ πνεύματος, κατανοητέον ἀπὸ τῶν ἀποστολικῶν λόγων· πνευματικοῖς γὰρ πνευματικὰ συγκρίνοντες, τῷ συνεξετάζειν τήνδε τὴν λέξιν τῇδε τῇ λέξει καὶ τὰ ὅμοια συνάγειν, ἀνακαλύπτεται ὡσπερεὶ ὁ νοῦς τῆς γραφῆς. οὕτω γὰρ συνίημι τὰ τοῦ θεοῦ καὶ γίνομαι διδακτὸς πνεύματος· οὐ μόνον <τῷ> τὰ τοῦ πνεύματος μεμαθηκέναι τοῦ κινήσαντος τὸν Ἡσαΐαν, ἀλλὰ καὶ τῷ τὸ αὐτὸ πνεῦμα ἐσχηκέναι ὅπερ ἔκλεισεν καὶ ἐσφράγισεν τοὺς Ἡσαΐου λόγους· εἰ μὴ γὰρ τὸ πνεῦμα ἀνοίξῃ τοὺς λόγους τῶν προφητῶν, οὐ δύναται ἀνοιχθῆναι τὰ κεκλεισμένα. Ἐπεὶ δὲ ταῦτα εἶπεν, ἀναγκαίως ἐπιφέρει ὅτι εἰσί τινες ἄνθρωποι μὴ παραδεχόμενοι τὰ τοῦ πνεύματος τοῦ θεοῦ, οὐ διὰ τὴν φύσιν ὡς οἴονται οἱ ἑτερόδοξοι ἀλλὰ διὰ τὸ μὴ παρ<ε>σκευακέναι ἑαυτούς. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, ψυχικὸς γὰρ ἦν· ὅτε <δὲ> ἔκλινεν εἰς θεοσέβειαν καὶ παρεδέξατο τὸ πνεῦμα, γέγονε πνευματικός. καὶ οὐ δύναται γνῶναι ὁ ψυχικὸς ὅτι πνευματικῶς ἀνακρίνεται· οὐκ οἶδεν διὰ τοῦτο <ὃ> ἀκούει ὅτι ἀνακρίνεται πνευματικῶς, καὶ δοκιμαζομένη γε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας οἷον ἐὰν λέγω ἀπὸ τοῦ πνεύματος διδαχθείς, καὶ δυνάμει λέγω, καὶ ὁ ἀκροατὴς δοκιμάζων τὴν δύναμιν δοκ<ῇ> καὶ μὴ συγκατάθηται, δοκιμαζομένη ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. καὶ ἔστιν οὐχ ὡς ἐκεῖνος ἀποδοκιμάσας τὸ λεγόμενον ὅσον τὸ λεγόμενον ἀπεδοκίμασεν ἐκεῖνον· εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. ὁ μηκέτι κατὰ σάρκα περιπατῶν ἀλλὰ κατὰ πνεῦμα καὶ ἀεὶ τῇ ἐπιμελείᾳ αὔξ<ω>ν αὐτὸ καὶ ἀναζωπυρῶν τὸ χάρισμα τοῦ θεοῦ ἐπὶ πλεῖον, ἑαυτῷ κατασκευάζει τὸ γενέσθαι πνευματικός· γενόμενος δὲ ἱκανός ἐστιν ἀνακρίνειν τὰ πάντα, τὰ Ἑλλήνων, τὰ βαρβάρων, τὰ σοφῶν, τὰ ἀνοήτων· αὐτὸν δὲ οὐδεὶς δύναται ἀνακρῖναι διὰ τὸ μέγεθος τῆς διανοίας αὐτοῦ καὶ <τῶν> διαλογισμῶν αὐτοῦ. εἰ δὲ θέλεις ἐπιγινώσκειν τὸν πνευματικόν, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθ<ε> αὐτούς. τίνες δὲ οἱ καρποὶ τοῦ πνεύματος ἀφ' ὧν δεῖ νοεῖν τίς ὁ πνευματικός; ἄκουε τοῦ ἀποστόλου λέγοντος ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγαπή, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· ὅπου ταῦτα, ἐκεῖ τὸ πνεῦμα, ἐκεῖνος πνευματικός· ὅπου δὲ τούτων τι λείπει, οὔπω πνευματικός ἐστιν ἐκεῖνος.