Ancient Greek · ~4 min
Section 10
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 10
Not analysed yet
ii 9—11 [Ἀλλὰ καθὼς γέγραπται Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἑρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τὸ θεοῦ.] [Ὠριγένους] Οἶδεν διαφορὰν ἡ γραφὴ ἀγαπώντων τὸν θεὸν καὶ φοβουμένων τὸν θεόν, καὶ οἶδεν πολλῷ ὑπερέχοντας τῶν φοβουμένων τοὺς ἀγαπῶντας. ἡτοίμασται μὲν οὖν τινα καὶ τοῖς φοβουμένοις· πλὴν μεῖζον ἡτοίμασε τοῖς ἀγαπῶσιν παρὰ τὰ ἡτοιμασμένα τοῖς φοβουμένοις. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. ἔστι πνεῦμα ὅπερ δύναται πάντα ἐρευνᾶν· ἡ ψυχὴ τοῦ ἀνθρώπου οὐ δύναται πάντα ἐρευνᾶν, ἀλλ' ἔδει γενέσθαι κρεῖττον ἐν ἡμῖν πνεῦμα, ἵν' ἐκείνου γενομένου ἐν ἡμῖν ἐρευνῶντος πάντα καὶ τὰ βάθη τοῦ θεοῦ, ἀνακραθέντος τε ἡμῖν, ἡμεῖς ἐκείνῳ συνερευνήσωμεν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ.