Ancient Greek · ~9 min
Section 12
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 12
Not analysed yet
iii 1—3a [Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκί<ν>οις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε.] [Ὠριγένους] Τῶν ἀκουόντων οἱ μὲν τέλειοί εἰσιν, οἱ πνευματικοί, περὶ ὧν καὶ πρώην ἐλέγομεν· οἱ δὲ μὴ ὄντες πνευματικοὶ πιστεύοντες δὲ ἐπὶ τὸν Χριστόν, ὡς λέγει ὁ ἀπόστολος, νήπιοι ἐν Χριστῷ καὶ σάρκινοι ἐν Χριστῷ· ἐγὼ γὰρ ἀπὸ κοινοῦ ἀκούω τοῦ Ἐν Χριστῷ. χρεία οὖν μαθημάτων τοῖς μὴ τελειοτέροις καὶ μηδέπω γεγυμνασμένοις ἐν ταῖς ἱεραῖς γραφαῖς ὑποδεεστέρων, ἅτινα ὠνόμασεν ὁ ἀπόστολος γάλα εἶναι· γάλα γάρ φησιν ἐπότισα ὑμᾶς οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. ἀναφορὰν δὲ νομίζω εἶναι ἐν ταῖς πνευματικαῖς <τ>ρ<ο>φαῖς γάλακτος, βρώματος, βρώσεως ἀληθινῆς, στερεᾶς τροφῆς, σαρκὸς τοῦ λόγου, καὶ λαχάνου πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶσιν, λέγων ἡ σάρξ μου ἀληθής ἐστι βρῶσις. ποῖα οὖν οὐ στερεὰ τροφή, τὰ ἠθικώτερα καὶ ὅσα ἐν τοῖς ἠθικοῖς ἀσθενέστερα, κατὰ συγγνώμην λεγόμενα οὐ κατ' ἐπιταγήν, διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων οἰκονομούμενα. ὅσα δὲ ἐν ἠθικοῖς τελειοτέρα διδασκαλία ἐν ἀκροαταῖς φιλομαθέσι καὶ φιλοπόνοις, ταῦτα εἴποιμι ἂν ἐν ἠθικοῖς στερεὰν τροφήν, τὴν περὶ ἁγνείας τελείας, τὴν περὶ παρθενίας ἢ σωφροσύνης, τὴν περὶ μαρτυρίου· ταῦτα στερεὰ τροφή. στερεὰ δὲ τροφὴ ἐν μυστικοῖς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ. οὕτω δὲ καὶ ὁ νόμος ὅτε μὲν στερεὰν παραδίδωσι τροφήν, ὅτε δὲ ὑποδεεστέραν. οἷον ἐρχόμεθα ἐπὶ τὸν λόγον τὸν περὶ τῶν ὄφεων τῶν ἀναιρούντων τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὸν γογγυσμόν· ἐὰν ἁπλούστερον ἀναγινώσκωμεν, λέγομεν Μηδὲ γογγύζωμεν, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. ἐὰν δὲ μυστικὸν λόγον δύν<η>ται ἀκούειν ὁ ἀκροατής, λέγομεν τίνες οἱ ὄφεις καὶ τίς ὁ ὄφις ὁ ἐπὶ τοῦ ξύλου κρεμασθείς, καὶ πῶς σώζεται πρὸς ἐκεῖνον τὸν ὄφιν ἰδών, καὶ οὕτως καθ' ἑκάστην γραφὴν πνευματικήν. Τίνες δέ εἰσιν οἱ γάλακτι ποτιζόμενοι δηλώσει ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ λέγων ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε· καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν· τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.