Ancient Greek · ~7 min
Section 13
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 13
Not analysed yet
iii 3—5 [Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ διχοστασίαι, οὐχὶ σάρκι<ν>οί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅτ' ἂν γὰρ λέγῃ τις Ἐγὼ μὲν εἰμὶ Παύλου· ἕτερος δὲ Ἐγὼ Ἀπολλώ· οὐκ ἄνθρωποί ἐστε;] [Ὠριγένους] Τῶν ἐν ἀνθρώποις ἁμαρτημάτων τὰ ἐλάττονά ἐστι ζῆλος καὶ ἔρεις. ἐὰν ἐν πορνείᾳ τις ἔσται, οὐκέτι σάρκινος ὁ τοιοῦτός ἐστιν ἀλλὰ χείρων ἢ σάρκινος. τί δ' ἂν εἴη ὁ τοιοῦτος, εἴδωμεν. ἐγὼ νομίζω διαφορὰν εἶναι σαρκίνου καὶ χοϊκοῦ· Ὡς ἐφορέσαμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. ἐὰν οὖν τὰ πρὸς θάνατον ἁμαρτάνῃς, οὐκ εἶ σάρκινος ἀλλὰ χοϊκός· ἐὰν δὲ ἁμαρτάνῃς μέν, οὐ πρὸς θάνατον δέ, οὐ χοϊκὸς τέλεον οὐδὲ ἀποπεπτωκ<ὼ>ς τῆς χάριτος τοῦ Χριστοῦ, ἀλλὰ σάρκινος εἶ τότε. καὶ τῶν περιπάτων δὲ ἡμῶν ὁ μέν τίς ἐστι κατὰ ἄνθρωπον, ὁ δὲ κατὰ θεόν. ἐὰν ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων περιπατῶμεν, κατὰ ἄνθρωπον περιπατοῦμεν· ἐὰν δὲ κατὰ τὸ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, διαφέρομεν τῶν πολλῶν καὶ οὐ κατὰ ἄνθρωπον περιπατοῦμεν. σαφὴς οὖν ὁ βίος τῷ δυναμένῳ βλέπειν ποῖός ἐστιν ὁ κατὰ ἄνθρωπον καὶ ποῖος ὁ κατὰ θεόν. ὅταν γάρ τις λέγῃ Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ. καὶ τούτοις προσέχωμεν. ὀψόμεθα ὅτι ἡμεῖς ἐνίοτε οὐδὲ ἄνθρωποι ἀλλὰ χεῖρον ἢ ἄνθρωποί ἐσμεν. ὁ γὰρ λέγων τότε Ἐγώ εἰμι Ἀπολλώ, ἔλεγεν περὶ ἀνδρὸς ἐλλογίμου καὶ ἁγίου καὶ μακαρίου· ὁ λέγων Ἐγώ εἰμι Παύλου, περὶ ἀνδρὸς λέγει ἀποστόλου ἱεροῦ καὶ μακαρίου. ἐνίοτε δὲ γίνονται προσκλίσεις οὐ παραπλησίως τῇ προσκλίσει Παύλου ἢ Ἀπολλώ, ἀλλὰ προσκλίνεταί τις ἁμαρτωλῷ ἐνίοτε καὶ ἑτεροδόξῳ. εἰ οὖν οὗτοι ἄνθρωποί εἰσι καὶ κατὰ σάρκα περιπατοῦσιν, οἱ λέγοντες Ἐγὼ Ἀπολλὼ ἐγὼ δὲ Παύλου· ὅτ' ἂν σὺ λέγῃς ἑαυτὸν τινὸς ὑποδεεστέρου εἶναι, δῆλον ὅτι οὐκέτι οὐδὲ ἄνθρωπος <εἶ> ἀλλὰ καὶ χεῖρον ἢ ἄνθρωπος· καὶ ἴσως λελέξεται πρὸς σὲ Ὄφεις γεννήματα ἐχιδνῶν.