Ancient Greek · ~26 min
Section 19
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 19.1
Not analysed yet
iv 6—8 [ταῦτα δὲ ἀδελφοὶ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς [μὴ] φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ <ἡ>μεῖς ὑμῖν συμβασιλεύσωμεν.] [Ὠριγένους] Γέγραπται ταῦτα, φησίν, ἐν μετασχηματισμῷ τῷ κατὰ τὰ τότε πράγματα, οὐχ ἵνα περὶ Παύλου καὶ Ἀπολλὼ ταῦτα γινώσκωμεν μόνον, ἀλλ' ἵνα καθ' ἑκάστην γενεὰν τὰ γινόμενα ἀνάλογον τούτοις προ<ς>ορῶντες ὀρθῶς προσέχωμεν μήποτε καὶ αὐτοὶ ἐμπέσωμεν εἰς τὰ τοιαῦτα καὶ ὡς ἐν θεάτροις τοῖς διασχιζομένοις περὶ τὰ ἀκροάματα διασχιζ<ώμεθα> περὶ τοὺς διδασκάλους. Ἀλλ' ἴδωμεν τὸ Ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται. ἐάν τις ἕξιν ἔχων ὑποδεεστέραν πρὶν πληρῶσαι τὰ γεγραμμένα θέλει ἀναβῆναι εἰς τὰ ὑπὲρ ἃ γέγραπται, οὐδὲ νοήσει ἃ γέγραπται. ὥσπερ γὰρ κλίμακα οὐχ οἷόν τέ ἐστιν ἀναβῆναί τινα μὴ ὁδῷ ἀναβαίνοντα ἀπὸ τῶν κατωτέρω κατὰ τὸ δυνατόν, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν μαθημάτων τῶν θείων. τοῦτο μὴ καλῶς νοήσαντες οἱ ἀπὸ τῶν αἱρέσεων ἐπαγγέλλονται παραδόσεις καὶ λέγουσιν Αὗτ<α>ι ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν ὁ Σωτὴρ ἡμῶν τοῖς ἀποστόλοις ἐν ἀπορρήτῳ, καὶ οἱ ἀπόστολοι τῷ δεῖνι ἢ τῷ δεῖνι· καὶ οὕτως διὰ ταύτης τῆς μυθολογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. οἱ δὲ λοιποὶ φασὶν Γέγραπται Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖς· καὶ Μὴ κρίνετε ἵνα μὴ κριθῆτε. εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται καὶ Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος καὶ Ἕκαστος ἐν ᾧ ἐκλήθη ἐν τούτῳ μενέτω. Ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἃ γέγραπται, ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθαι κατὰ τοῦ ἑτέρου· οἱ γὰρ ἑαυτοὺς διανείμαντες, καὶ οἱ μὲν ἐκ τούτου οἱ δὲ ἐξ ἐκείνου καλεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο, τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες, εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους. Τίς γάρ σε διακρίνει; τίς σε μέρους ἐχειροτόνησεν; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργίαις; καὶ ταύτῃ τοῦ πνεύματος ἡ ἐνέργεια. εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; οὐδεὶς ἐπ' ἀλλοτρίαις παρακαταθήκαις μέγα φρονεῖ, ἐπαγρυπνεῖ δὲ ταύταις ἵνα φυλάξῃ τῷ δεδωκότι. Δεήσει ἀπὸ τῶν γραφῶν συνάγειν τί σημαίνει τὸ διακρίνειν, ἵν' οὕτως ἐφαρμόσωμεν τοῖς νῦν λεγομένοις. Ὁ θεὸς ἔστη φησὶν ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ· ἐν τούτῳ φαίνεται ἔργον θεοῦ τὸ διακρίνειν· ἄλλου γὰρ ὄντος τοῦ κρίνειν, ὅπερ συμβαίνει περὶ τοὺς ἀξίους κρίσεως, ἀγαθόν ἐστι τὸ ἐν συναγωγῇ θεῶν εὑρεθῆναι θεόν, ἵνα μηκέτι κριθῇ τις ἀλλὰ διακριθῇ καὶ οἱονεὶ τάξιν πιστευθῇ μίαν τινὰ ὧν πιστεύονται οἱ ἐν συναγωγῇ θεοί. ἀλλὰ καὶ ἐν τῷ Προφῆται δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν ἔοικεν τὸ διακρίνειν ἐκεῖ ἐπὶ τοῦ διαρθροῦ<ν> λαμβάνειν οἱονεὶ Τρανούτωσαν τὰ λεγόμενα καὶ διακρινέτωσαν καὶ νοείτωσαν. ἐν δὲ τῷ Ὁ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίστεως, τὸ διακρινόμενος φαίνεται ὅτι ἐπὶ ψόγου λέλεκται. καὶ πάλιν Προσλαμβάνεσθε ἀλλήλους, μὴ εἰς διακρίσεις διαλογισμῶν ἁμαρτάνοντ<ε>ς· εὑρέθη τοίνυν ἀπὸ τῆς γραφῆς ἡ λέξις ὅτε μὲν ἐπὶ τῶν κρειττόνων τεταγμένη ὅτε δὲ ἐπὶ τῶν ἐναντίων. ἐνθάδε οὖν λέγεται τὸ διακρίνειν ἀντὶ τοῦ Σὲ μὲν οὐδεὶς διακρίνει τῶν ἐν Κορίνθῳ οὐδὲ κρίνει· σὺ δὲ διακρίνεις οἰκονόμους μυστηρίων θεοῦ, καὶ λέγεις Ἐγώ εἰμι Παύλου καὶ φάσκεις Ἐγὼ Κηφᾶ ἢ φῂς Ἐγώ εἰμι Ἀπολλώ. θεοῦ ἔργον ἐστὶ τὸ διακρίνειν τοὺς ἀποστόλους, οὐ σόν. ὥσπερ οὖν οὐ χρή σε κρίνειν, οὐδὲ διακρίνειν τοὺς ὑπηρέτας τοῦ εὐαγγελίου· ἐν τῇ γὰρ διακρίσει ᾗ διακρίνεις τοὺς ἀποστόλους αὐτὸς σαυτὸν διακρίνεις καὶ χωρίζεις ἁμαρτάνων. Χριστὸς γὰρ ἦλθεν τὰ διακεκριμένα ἑνῶσαι, ἵνα μηκέτι ἦμεν διῃρημένοι. ἐὰν τελειωθῶμεν ὥστε τὴν σάρκα μηκέτι ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, τῷ νενεκρῶσθαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, οὐκέτι ἐσόμεθα ἐν διακρίσει ἀλλ' οἱονεὶ ἐν συγκράσει καὶ τῇ ἐπὶ τὸ αὐτὸ συναγωγῇ ἡμῶν. Νοείσθω δὲ καὶ ἁπλούστερον ἐπὶ διαφόρων σχισμάτων. Ἴδωμεν δὲ καὶ τὸ Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἀμφίβολος γὰρ ἡ λέξις· δύναται γὰρ νοεῖσθαι ὅτι πᾶν κτῆμα ὃ ἔχομεν λαβόντες ἀπὸ θεοῦ ἔχομεν, καὶ πάλιν Τί προσποιῇ ἔχειν ὃ μὴ ἔλαβες; οἷον ἐάν τις μὴ λαβὼν χάρισμα ἄνωθεν παρὰ θεοῦ προσποι<ῆ>ται ἐν χαρίσματι εἶναι, λέγεται πρὸς τὸν τοιοῦτον μὴ λαβόντα Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; Ὁ πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην <τὴν> τῶν λογίων τῆς ἀληθείας οὐκ ἀρκεῖται ἑνὶ διδασκάλῳ, ἀλλ' ἐὰν εὕρῃ δεύτερον συγχρῆται καὶ τούτῳ, ἀκορέστως γὰρ ἔχει τῶν καλῶν· ἐὰν καὶ τρίτου εὐπορήσῃ, γίνεται καὶ παρὰ τὸν τρίτον· οὐκ ἀποδιελὼν ἑαυτῷ ἕνα λέγει Ἐγώ εἰμι Παύλου ἢ Κηφᾶ ἢ Ἀπολλώ. ἐπεὶ οὖν ἐμφαίνει τὸ κεκορέσθαι τ<ό>ν, πλειόνων <ὄν>των διδασκάλων καὶ Παύλου διδάσκοντος καὶ Κηφᾶ καὶ Ἀπολλώ, ἑνὶ προσκλινόμενον μὴ ὠφελεῖσθαι ἀπὸ πάντων, διὰ τοῦτο λέγει Κορινθίοις Ἤδη κεκορεσμένοι ἐστέ; ἀκόλουθον δὲ τούτῳ τὸ Ἤδη ἐπλουτήσατε; οἷον Συνηγάγετε τὸν πλοῦτον τὸν ἀπὸ τῶν μαθημάτων τῶν ἀπὸ Παύλου καὶ οὐκέτι χρῄζετε τῶν <ἀπ'> Ἀπολλὼ ἢ τῶν ἀπὸ Κηφᾶ; ἢ πάντων καταφρονεῖτε, ὡς ἐμπεφορημένοι καὶ πλουτοῦντες ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· ἀκολούθως δὲ καὶ τὸ Χωρὶς ἡμῶν ἐβασιλεύσατε; ἐμὲ γὰρ τὸ ὅσον ἐφ' ὑμῖν ἀπεχωρίσατε τῆς βασιλείας καὶ ἑαυτοὺς δέ, ἀπὸ τῶν λοιπῶν ἑνί τινι προσκλιθέντες· καὶ οὐ λέγει χωρὶς ἐμοῦ ἀλλ' ἡμῶν, ἵνα ἐμπεριλάβῃ καὶ κοινὸν αὐτὸ ποιήσῃ· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἅμα δὲ τάχα καὶ μυστήριόν τι ὑποβάλλει κατὰ τὸν τόπον. οἱ γὰρ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται, οἱ δὲ τελειότεροι βράδιον ἀπολαμβάνουσι τὰς ἐπαγγελίας· καὶ τοῦτο ἀπὸ γραφῆς δείξω· οἱ ὑπὸ τῷ Μωσῆ κληροδοτούμενοι πρῶτοι εἰλήφασι τὴν ἐπαγγελίαν, οἱ δὲ ὑπὸ τῷ Ἰησοῦ κληροδοτούμενοι ὕστερον εἰλήφασιν· ἀλλὰ καὶ περὶ πάντων τῶν δικαίων λέγεται τὸ Οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. διὰ τοῦτο φησὶν χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. ὅταν γὰρ ὑμεῖς οἱ μαθηταὶ καὶ ἀκροαταὶ βασιλεύσητε, τότε ἀναγκαῖόν ἐστι καὶ ἡμᾶς καταντῆσαι ἐπὶ τὴν τοῦ θεοῦ καὶ κυρίου Ἰησοῦ τελείαν βασιλείαν.