Ancient Greek · ~15 min
Section 20
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 20.1
Not analysed yet
iv 9—10 [δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους. ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.] [Ὠριγένους] Ὅσῳ τις ἐπιδικάζεται τῶν ἀληθινῶν καὶ ἐπουρανίων πρωτείων, τοσούτῳ ἀπὸ τῆς ταπεινοφροσύνης ἔσχατος γίνεται πάντων ἀνθρώπων· οἶμαι καὶ τοιοῦτόν τι τὸν ἀπόστολον νενοηκότα εἰρηκέναι Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁ<γί>ων ἐδόθη ἡ χάρις αὕτη. οὐχ ὅτι κατὰ τὸν ἁγιασμὸν ἐλάττων ἦν πάντων ἁγίων· τοῦτο γὰρ οὔτε ἐφρόνει οὔτε εἰ ἔλεγεν ἠλήθευεν· ἀλλ' ἐπὶ πάντων τῶν πιστευόντων ταπεινότερον ἑαυτὸν ἐποίει, γενόμενος ἤπιος ἐν μέσῳ πάντων, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. ἐπεὶ οὖν ἐπετήδευον οἱ ἀπόστολοι ἔσχατοι εἶναι τῇ ἑαυτῶν προαιρέσει, παντὶ δὲ ἐπιτηδεύματι καλῷ, ἐὰν μὴ μαρτυρήσῃ ὁ θεὸς καὶ πληρώσῃ τὸ βούλημα τοῦ ἐπιτηδεύοντος, οὐκ ἀκολουθεῖ τὸ ἀγαθὸν τέλος διὰ τοῦ ἐπιτηδεύοντος· διὰ τοῦτο τυχὸν εἴρηκεν ὁ ἀπόστολος Δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· εἰ γὰρ καὶ ἐγώ, φησίν, πεποίηκα καὶ οἱ ἀπόστολοι ἵνα ἔσχατοι γινώμεθα, ἀλλ' ἀποδείξεως ἐδεόμεθα καὶ τῆς ἀπὸ θεοῦ χάριτος ἵνα τελειωθῶμεν ἐν τῷ ἔσχατοι εἶναι τῷ κόσμῳ. τὸ δὲ Δοκῶ ὥσπερ ἀλλαχοῦ εἶπεν Δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν. Ἁρμόζον δὲ καὶ τοῖς ἀπὸ θεοῦ ἀποδεδειγμένοις ἐσχάτοις τὸ γενέσθαι πρώτοις παρὰ τῷ θεῷ· ἀληθὲς γὰρ ὅτι οἱ ἔσχατοι γίνονται πρῶτοι. ἁρμόζει δὲ αὐτοῖς καὶ τὸ εἶναι ἐπιθανατίους. ὅσῳ γάρ τις τελειότερον χριστιανίζει, τοσούτῳ μᾶλλον ἐπιθανάτιός ἐστιν. πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα πολλάκις ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ καὶ κολάσαι δυνάμενον, ἐπιδημῶν τόποις ὅπου οὐκ ὠνομάσθη Χριστός, καὶ τιθεὶς θεμέλιον ξενίζοντα καὶ ταράσσοντα τοὺς ἀκούοντας; ἀληθῶς γὰρ ἔλεγεν ὁ Παῦλος Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἀλλ' ὑποφαίν<ε>τ<α>ί μοι ἐρευνῶντι τὸν λόγον διχῶς δύνασθαι τὸν ἐπιθανάτιον λαμβάνεσθαι· καθ' ἕνα μὲν τὸν εἰρημένον τρόπον καθ' ὃν δεῖ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν· καθ' ἕτερον δὲ ἐπιθανάτιός ἐστιν ὁ δίκαιος σύμμορφος ὢν τοῦ θανάτου τοῦ Χριστοῦ ἀεὶ ἀποθνήσκων τῷ κόσμῳ, οὕτω δὲ πρέπον ἐστὶ θεὸν ἀποδεικνύειν καὶ ἐσχάτους καὶ ἐπιθανατίους τοὺς ἀποστόλους τοῦ Χριστοῦ ὄντας. Εἶτα ἀναγκαῖόν ἐστιν ἰδεῖν τὸ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἐὰν Παῦλος ἀγωνίζηται καὶ Πέτρος, οἱ ἄγγελοι τοῦ θεοῦ ἐπὶ τὴν καινὴν θέαν ταύτην ἐπείγονται ἵνα ἴδωσιν ἄνθρωπον σάρκα περιβεβλημένον παλαίοντα πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· καὶ οἱ ἄνθρωποι δὲ παρεγίνοντο καινὸν θέαμα ἰδεῖν, κήρυκα καὶ διδάσκαλον καινοῦ λόγου. οὕτως ὁ Παῦλος θέατρον ἦν ὅλων τῶν ἐπὶ γῆς καὶ τῶν ἀγγέλων τῶν εὐφραινομένων ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἶτα ὁ τηλικοῦτος ὡς ἔσχατος ἐν κόσμῳ ἐπιπλήσσει τοῖς πεφυσιωμένοις, καὶ φησὶ πρὸς αὐτοὺς Ἡμεῖς μωροὶ διὰ Χριστόν. Παῦλος γὰρ διδούς μοι ἐντολὴν καὶ λέγων Εἴ τις δοκεῖ ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός, πολλῷ πλέον αὐτὸς ἐτήρει τὸ ἐν κόσμῳ τούτῳ μωρὸς γενέσθαι. πῶς γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ τούτῳ μωρός, καταγγέλλων τὸν ἐσταυρωμένον καὶ ἀνάστασιν νεκρῶν καὶ τὰ περὶ τοῦ μέλλοντος αἰῶνος, καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῆς παρούσης ζωῆς; Εἶτα εἰρωνεί<ᾳ> Ὑμεῖς φρόνιμοι φησὶν ἐν Χριστῷ· οὐ γὰρ ἦσαν ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκεν Ὑμεῖς ἔνδοξοι, ἐν Χριστῷ. ἐὰν γὰρ ἴδῃς πολλοὺς τῶν πιστεύειν δοκούντων ἔχοντας ἀξιώματα κοσμικά, λέγε πρὸς αὐτούς, ἐὰν σὺ ταπεινὸς ᾖς ἐν κόσμῳ, Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· οὐδὲν γὰρ ἀσθενέστερον ἀληθινοῦ χριστιανοῦ ὡς πρὸς τὸν κόσμον τοῦτον.