Ancient Greek · ~1 min
Section 3
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 3
Not analysed yet
i 9 [Πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.] [Ὠριγένους] Πίστευε αὐτῷ ἀεί· ἐκλήθητε γὰρ ἵνα ἁπλῶς ὑπὸ τὸν Ἰησοῦν ὦμεν. μέγα ἐστὶν ὃ χαρίζεται ὁ θεὸς τοῖς ἁγίοις· ἐκλήθημεν εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ· διὸ κληρονόμοι μὲν θεοῦ συγκληρονόμοι δὲ χριστοῦ.