Ancient Greek · ~8 min
Section 21
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 21
Not analysed yet
iv 15 [ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.] [Ὠριγένους] Ταῦτα ἁπλούστατα δοκεῖ εἶναι καὶ μὴ δεόμενά τινος διηγήσεως· ἔχει δὲ κεκρυμμένα νοήματα. οὐδεὶς ἀνὴρ παιδαγωγεῖται ἀλλ' εἴ τις νήπιος καὶ ἀτελής· καὶ οὐκ ἂν ἔγραφεν Ἐφεσίοις ταῦτα ἀλλὰ Κορινθίοις, πρὸς οὓς φησὶν Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γάρ ἐστε σαρκικοί. κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. ἔτι δὲ καὶ τοῦτο κατανοητέον· ἐὰν καὶ δεώμεθα παιδαγωγοῦ, πάντως ὁ πεπιστευμένος τοῦτο παραδεῖγμα τὸν λόγον, τὸν βίον, διδότω τῇ ἡμετέρᾳ εὐταξίᾳ· ἔστιν οὖν πατὴρ μὲν ὁ πρώτως σπείρας τὸν χριστιανισμὸν ἐν ψυχῇ· παιδαγωγὸς δὲ ὁ μετὰ τοῦτον παραλαβὼν παῖδα καὶ ἄγων αὐτόν. [iv 16] παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, μιμηταί μου γίνεσθε. Τοῦτ' ἔστιν Ὡς μετριάζω, μετριάζετε· ὡς πάσχω, πάσχετε· ἀπὸ τῶν παθημάτων, μὴ ἀπὸ τῶν χαρισμάτων, σεμνύνεσθε. [iv 17] διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὃς <ἐστὶν> τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Χριστῷ· ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. Καὶ τὴν περὶ αὐτοὺς διάθεσιν ἔδειξε τὸν Τιμόθεον πέμψας, καὶ τὴν περὶ τὸν Τιμόθεον φιλοστοργίαν τέκνον ἀγαπητὸν ὀνομάσας· καὶ τὴν ἄλλην δὲ αὐτοῦ δεδήλωκεν ἀρετὴν πιστὸν ἐν Κυρίῳ καλέσας. Οὗτος, φησί, τὰς ἐμὰς διηγήσεται πράξεις· ὁδοὺς γὰρ τὰς πράξεις καλεῖ. ταύτας δὲ οὐκ εἶπεν Διδάξει, ἀλλ' ὅτι ἀναμνήσει. λήθην δὲ αὐτῶν ὁ λόγος κατηγορεῖ· αὐτόπται γὰρ ἐγεγόνεσαν τῆς ἀποστολικῆς ἀρετῆς. προστέθεικεν δὲ ὅτι καὶ ταῖς ἐκκλησίαις πάσαις τήνδε προσφέρειν εἴωθεν τὴν διδασκαλίαν. Ταῦτα κοινῇ πάντων κατηγορήσας κατὰ τοῦ πεπορνευκότος λοιπὸν ἐκφέρει τὴν ψῆφον. [iv 18] ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Προειδὼς αὐτοῦ τὴν μεταμέλειαν ὁ θεσπέσιος Παῦλος οὐ τίθησι τὴν προσηγορίαν, ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται, ἀλλ' ἀορίστως ἔφη τινές.