Ancient Greek · ~19 min
Section 27
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 27.1
Not analysed yet
vi 1—3 [τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων· οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;] [Ὠριγένους] Δυσωπεῖ τοὺς ἐν Κορίνθῳ ἁμαρτάνοντας καὶ ἀσχολουμένους περὶ δικαστήρια καὶ βιωτικὰς χρείας καὶ ταλαιπωρίας, καὶ φησὶν ὅτι Ἐκλήθητε ἐπὶ τοῦτο ἵνα τελειωθέντες κρίνητε ἀγγέλους, οὐχὶ δὲ μᾶλλον δυνήσεσθε, ἐάν ποτε ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνηται, κρίνειν τὰ βιωτικὰ τῶν ἀδελφῶν; [vi 4] βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε καὶ τὰ ἑξῆς. Ἀληθῶς μὲν ἐνίοτε τοιαῦτα ἐστὶ τὰ τῶν κρινομένων ὡς μὴ δεῖσθαι σοφοῦ τοῦ δικάζοντος, ἀλλὰ μᾶλλον τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ <καθίζετε>· γένοιτο δ' ἄν ποτε τὰ τῶν δικαζομένων ὡς καὶ σοφοῦ δεῖσθαι δικαστοῦ. ὃ δὲ λέγω, οὕτως ἔσται σαφές· ἐὰν οἱ δικαζόμενοι δέωνται νόμων κοσμικῶν καὶ ἐμπείρων δικαστῶν, οὐ γραφῆς οὐδὲ νόμου τοῦ ἐν τῇ γραφῇ ἀλλ' οἱονεὶ υἱῶν τοῦ αἰῶνος τούτου φρονιμωτέρων δοκ<ούντων> εἶναι, πιστοὶ ἔσονται κριταὶ οἱ ἐξουθενημένοι ἐν τῇ ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖται μᾶλλον σοφοῦ, ἵνα νουθετηθῇ ἀπὸ τῆς σοφίας τοῦ σοφοῦ εἰσφέροντος αὐτῷ λόγους οἰκοδομοῦντας. [vi 4—5] τοὺς ἐξουθενημένους οὖν ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε· πρὸς ἐντροπὴν ὑμῖν λέγω· οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἐγκαλεῖ τῇ Κορινθίων ἐκκλησίᾳ ὅτι καίτοι ἐν μέσῃ τῇ Ἑλλάδι καθεζόμενοι σοφοὺς οὐκ εἶχον ἀληθινούς, καίτοι γε προειπὼν ὅτι πολλοὶ ἐπαγγέλλονται σοφίαν παρ' αὐτοῖς· δι' οὓς καὶ εἶπεν τὸ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. ἀλλ' οἱ μὲν εἰσὶ σοφοὶ τοῦ αἰῶνος τούτου, οἱ δὲ σοφοὶ κατὰ θεόν. ᾔδει δὲ ὁ Παῦλος ἐκείνους· διὰ τοῦτο φησὶν Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; [vi 6] ἀλλ' ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; Ἔχομεν ἄρχοντας τῆς ἐκκλησίας ἐφ' οὓς ὀφείλομεν ἀναφέρειν τὰς ἡμετέρας κρίσεις, ἵνα μὴ καταγελώμεθα ἐν τοῖς τῶν ἐθνῶν δικαστηρίοις. [vi 7] ἤδη μὲν οὖν ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν, οὐ μεμνημένοι τοῦ Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀποστῶμεν τῶν κριμάτων τῶν βημάτων τῶν ἐθνικῶν, τοῦ ἔχειν δίκας καὶ πράγματα. ὁ γὰρ κρίματα ἔχων μετὰ τοῦ ἀδελφοῦ ἤδη ἡττᾶται, καὶ ὁ ἀδικούμενος νενίκηκεν· ὁ τυπτόμενος καὶ κακολογούμενος μηδὲ ἀμειβόμενος τὸν ταῦτα ποιοῦντα νενίκηκεν, φυλάττει γὰρ τὴν ἐντολὴν τὴν λέγουσαν Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; [vi 8] ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς. Πᾶς μὲν οὖν ὁ ταῦτα ποιῶν ἁμαρτάνει· ὅσῳ δὲ τιμιώτερόν ἐστι τὸ ἀδικούμενον πρόσωπον, τοσούτῳ τὸ ἁμάρτημα χαλεπώτερον. καὶ γὰρ εἰ ἀδικεῖ τις τὸν μακάριον, δυνάμει Χριστὸν ἀδικεῖ καὶ Χριστὸν ἀποστερεῖ. [vi 9] ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Εἰ ἡ βασιλεία τοῦ θεοῦ ἐν Χριστῷ ἐστιν, Χριστὸς δὲ ἡ δικαιοσύνη ἐστίν, ὁ δίκαιος βασιλείαν θεοῦ κληρονομεῖ ἐν Χριστῷ δικαιοσύνῃ ὄντι· καὶ ἀκολούθως ὁ ἐν τῇ ἐναντίᾳ καταστάσει, οὗτος οὐ κληρονομεῖ βασιλείαν θεοῦ. [vi 9] μὴ πλανᾶσθε· οὔτε πόρνοι· Μηδεὶς ὑμᾶς πλανάτω πιθανοῖς λόγοις· ‘Ἐλεήμων, χρηστός, φιλάνθρωπός ἐστιν ὁ θεός· ἀφίησι τὰ ἁμαρτήματα.’ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. μηδεὶς προφασιζέσθω Νέος ἤμην, ἄγαμος ἤμην, πρὶν γυναῖκα λαβεῖν πεπόρνευκα. διὰ τί δὲ οὐκ ἔλαβες γυναῖκα; οὐ πιστεύεις ὅτι Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός; ἀλλ' αἴρεις τὰ μέλη τοῦ χριστοῦ καὶ ποιεῖς πόρνης μέλη; ὁ πορνεύων εἰς τὸν τῶν ὅλων θεὸν ἀσεβεῖ. [Ὠριγένους] [vi 9—10] Μὴ πλανᾶσθε οὖν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν· οὕτω δὲ οὐδὲ μοιχοί. ὁ πορνεύων φθείρει τὸν ναὸν τοῦ θεοῦ· ὁ δὲ μοιχεύων πρὸς τούτοις καὶ εἰς τὸν ἄνδρα πλημμελεῖ. οὐδὲ μοιχοὶ οὖν· ἀλλ' οὐδὲ μαλακοί. παρακαλοῦμεν οὖν καὶ ὑμᾶς, ὦ παῖδες, τηρῆσαι τὴν ἑαυτῶν ὥραν καθαρὰν καὶ μὴ μολυνθῆναι τοιούτῳ γυναικείῳ μολυσμῷ. οὐδὲ ἀρσενοκοῖται βασιλείαν θεοῦ κληρονομήσουσιν· ἀλλ' ἀπείη ἐκκλησίᾳ κἂν ἕνα τοιοῦτον εὑρεθῆναι. Εἶτα ἐπικαταβαίνει καὶ ἐπὶ τὰ ἐλάττονα δοκοῦντα εἶναι ἁμαρτήματα λέγων Οὔτε κλέπται· τοῦτο δὲ τὸ ἁμάρτημα τὸ τῆς κλοπῆς σχεδὸν πάντες οἱ στρατευόμενοι ἁμαρτάνουσι, μὴ ἀρκούμενοι τοῖς ὀψωνίοις, ὡς ἐδίδαξε τὸ εὐαγγέλιον, ἀλλὰ διασείοντες καὶ συκοφαντοῦντες. ἀλλὰ καὶ οἱ ἐν ταῖς πραγματείαις ψεῦσται <κλέπται> εἰσίν, οὐ κληρονομοῦντες τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ οἱ ἐν ταῖς πραγματείαις πλεονεκτοῦντες πλεονέκται εἰσίν· καὶ ἄλλοι μέθυσοι· ἀλλὰ καὶ λοιδόρους φησὶ μὴ κληρονομεῖν τὴν βασιλείαν τοῦ θεοῦ. Μηδενὸς οὖν βασιλεύ<ο>ι ἡ ἁμαρτία· δεῖ γὰρ καθαρὰν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ ἀπὸ πάντων ἁμαρτημάτων καὶ πταισμάτων, ἵν' ὁ θεὸς βασιλεύῃ.