Ancient Greek
Section 28
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 28
Not analysed yet
vi 12 [Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύονται· μὴ οὐκ ἔχομεν γάρ, φησὶν ὁ ἀπόστολος, ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι; ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. οὐκοῦν ἐξῆν μὲν τῷ ἀποστόλῳ ταῦτα πάντα ἐν τοῖς τόποις οἷς παρεθέμην, συνεξετάζων δὲ αὐτὰ τῷ αὐτοῦ συμφέροντι καὶ τῇ οἰκονομίᾳ τῆς ἐκκλησίας ἑώρα ὅτι ἔξεστι μέν—ἐὰν ποιήσῃ, οὐχ ἁμαρτήσεται—κρεῖττον δὲ ποιεῖ <οὐ> χρησάμενος τῇ ἐξουσίᾳ. καὶ πάλιν· πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ' ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν ἀλλ' ἀναβ<ίβας>ασα τὴν ἐξουσίαν καὶ βουλομένη καθαρὰ εἶναι καὶ τῷ σώματι καὶ τῷ πνεύματι παρθενεύει. ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος οὐ κεκώλυται ἡ διγαμία παντελῶς· Ἐὰν γάρ, φησίν, ὁ ἀνὴρ ἀποθάνῃ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. ἀλλ' ἀκούσασα ἡ καλὴ γυνὴ <τὸ> μακαριωτέρα ἐστὶν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, οὐ κέχρηται τῇ ἐξουσίᾳ. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος· ἔχει τι ὁ λόγος ὑψηλότερον· εἰ γὰρ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς ἢ πρὸς τὰς ἐξουσίας, ὅταν ἡ ἐξουσία κρατήσῃ, ἐξουσιάσθην ὑπ' ἐκείνης· ἐὰν δὲ πᾶσαν ἐξουσίαν νικήσω, οὐκ ἐξουσιασθήσομαι ὑπό τινος.