Ancient Greek · ~5 min
Section 29
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 29
Not analysed yet
vi 13—14 [Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξ<ήγειρεν> διὰ τῆς δυνάμεως αὐτοῦ.] [Ὠριγένους] Μὴ νομίσῃς ὅτι ὥσπερ ἡ κοιλία γέγονεν τοῖς βρώμασιν καὶ τὰ βρώματα τῇ κοιλίᾳ, οὕτω καὶ τὸ σῶμα γέγονε διὰ συνουσιασμόν. εἰ θέλεις τὸν προηγούμενον λόγον μαθεῖν διὰ τί γέγονεν, ἄκουε· ἵνα ναὸς ᾖ τῷ κυρίῳ, καὶ ἵνα ἡ ψυχὴ ἁγία καὶ μακαρία οὖσα τὸ πνεῦμα τὸ ἅγιον ὡσπερεὶ θεραπεύουσα ἱερεὺς γένηται τοῦ ἐν σοὶ ἁγίου πνεύματος. καὶ ὁ Ἀδὰμ γὰρ σῶμα εἶχεν ἐν τῷ παραδείσῳ, ἀλλ' ὅμως ἐν αὐτῷ τῷ παραδείσῳ οὐκ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἀλλ' ὅτε ἐξεβλήθη μετὰ τὴν παρακοήν. ταῦτα δὲ λέγω, οὐ περιγράφων τὸν γάμον· οἶδα γὰρ ὅτι Εἴ τις οὐκ ἐγκρατεύεται, γαμεῖν ὀφείλει· κρεῖσσον γάρ ἐστι γαμεῖν ἢ πυροῦσθαι. ἀλλ' εἰ καὶ συγκεχώρηται τὸ πρᾶγμα, οὐ προηγουμένως ἀλλὰ δι' ἀσθένειαν. τὸ γὰρ προηγούμενον ἁγνεύειν καὶ καθαρεύειν καὶ σχολάζειν τῇ προσευχῇ. Τοῦ γὰρ ἤδη ἐγερθέντος μετὰ Χριστοῦ καὶ συμμόρφου γενομένου τῇ ἀναστάσει αὐτοῦ καὶ τῇ καινότητι τῆς ζωῆς τὸ σῶμα ὀφείλει εἶναι οὐδενὸς ἢ τοῦ κυρίου.