Ancient Greek
Section 30
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 30
Not analysed yet
vi 15 [Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;] [Ὠριγένους] Ψυχῆς ὄργανα ἐστὶ τὰ ἀνθρώπων σώματα· καὶ ἀρχούσης τῆς ψυχῆς ὑπηρετεῖται τὸ σῶμα, καὶ χρῆται αὐτῷ εἰς ἃ βούλεται. ἰδίως δὴ ὁ λόγος θέλει ἡμῶν τὰ σώματα μηκέτι ὑπὸ τῆς ψυχῆς ἐνεργεῖσθαι τῆς ἡμετέρας ἀλλ' ὑπ' αὐτοῦ τοῦ Χριστοῦ· διὸ λέγει ὁ Παῦλος Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. μέλη οὖν τότε γίνεται Χριστοῦ, ὅτε πάντα κατὰ τὸν αὐτοῦ λόγον κινοῦμεν.